Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καὶ ἔδωκεν τῇ ἐρυσίβῃ τὸν καρπὸν αὐτῶν,
  • καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι·
  • ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν,
  • καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ·
  • καὶ παρέδωκεν ἐν χαλάζῃ τὰ κτήνη αὐτῶν.
  • καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί
  • ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ,
  • θυμὸν καὶ ὀργὴν καὶ θλίψιν,
  • ἀποστολὴν δι᾿ ἀγγέλων πονηρῶν·
  • ὡδοποίησεν τρίβον τῇ ὀργῇ αὐτοῦ,
  • [*](36 αυτω] αυτον T 37 ευθια T 38 οικτειρμων U+05D0 | ιλασηται U+05D0RT | T | διαφθιρει T | πληθυνω R* 40 γη ανυδρω] τη ερημω U+05D0 γη αν. | U+05D0 c.ᵃ) 41 επειρασαντο R 42 ουκ] pr και R | om ης R | χειρὸς 2⁰) ρος (sic) U+05D0 | θλιβοντων U+05D0 46 τον καρπον] τους καρπους T 47 συκα- μινας R 48 εν χαλάζῃ] εις αιχμαλωσαν U+05D0* εις χαλαζαν U+05D0c.ᵃT εις αν χ. R | υπαρξιαν R 49 εξαπεστειλ sup ras U+05D0¹ 50 οδοποιησεν U+05D0T)
    318
    [*](B)
  • οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν,
  • καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισεν·
  • καὶ ἐπάταξεν πᾶν πρωτότοκον ἐν Αἰγύπτῳ,
  • ἀπαρχὴν τῶν πόνων αὐτῶν ἐν τοῖς σκηνώμασι Χάμ.
  • καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ
  • καὶ ἤγαγεν αὐτοὺς ὡς ποίμνιον ἐν ἐρήμῳ
  • καὶ ὡδήγησεν αὐτοὺς ἐν ἐλπίδι καὶ οὐκ ἐδειλίασαν,
  • καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψεν θάλασσα.
  • καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ,
  • ὄρος τοῦτο ὁ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ·
  • καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη,
  • καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας,
  • καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν ταῖς φυλαῖς
  • τοῦ Ἰσραήλ.
  • καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν θεὸν τὸν ὕψιστον,
  • καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο·
  • καὶ ἐπέστρεψαν καὶ ἠσυνθέτησαν καθὼς καὶ οἱ πατέρες αὐτῶν
  • καὶ μετεστράφησαν εἰς τόξον στρεβλόν·
  • καὶ παρώργισαν αὐτὸν ἐπὶ τοῖς βουνοῖς αὐτῶν,
  • καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν.
  • ἤκουσεν ὁ θεός, καὶ ὑπερεῖδεν
  • καὶ ἐξουδένωσεν τὸν Ἰσραὴλ σφόδρα·
  • καὶ ἀπώσατο τὴν σκηνὴν Σηλώμ,
  • σκήναωμα αὐτοῦ οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις·
  • καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν,
  • καὶ τὴν καλλονὴν αὐτοῦ εἰς χεῖρας ἐχθροῦ·
  • καὶ συνέκλεισεν εἰς ῥομφαίαν τὸν λαὸν αὐτοῦ,
  • καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερεῖδεν.
  • τοὺς νεανίσκους αὐτῶν κατέφαγεν πῦρ,
  • καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπένθησαν·
  • [*](U+05D0RT)[*](51 Αιυθπτω] γη Αιγυπτου U+05D0RT | των πονων] των πρωτοτοκων U+05D0* παντος πονου U+05D0c.ᵃ RΤ | σκηνωμασιν RΤ 52 ηγαγεν] ανηγαγεν U+05D0R T | ως 2° ωσει U+05D0c.ᵃ RT 53 εν] επ U+05D0c.ᵃ T | θαλασσα] pr η U+05D0c.ᵃ 55 ταις φυλαις] τας φυλας BᵇU+05D0RT | του Ισραηλ] om του R 56 παρεπικρανεν R 57 επε- στρεψαν] απεστρεψαν BᵃᵇRT | ησυνθετησαν] ηθετησαν U+05D0c.ᵃ RT | καθως] ως | om και 3⁰ RT | om και 4° U+05D0c.ᵃRT | εις] ως R 58 επιl εν U+05D0RT 59 ηκουσεν] pr και U+05D0* (om U+05D0c.ᵃ) | ο θεος] κς U+05D0* (ο θς U+05D0c.ᵃ) R | υπεριδ) T | σφοδρα τον Ισρ. U+05D0R T 60 Σηλω (Σηλωμ U+05D0c.ᵃ) | om αυτου U+05D0c.ᵃRT | ου ο U+05D0c.ᵃ RΤ 61 αυτου] αυτων U+05D0RΤ | ἐχθροῦ] eερων R (sic) 62 αυ- του 2⁰] ουτων U+05D0 | υπεριδεν U+05D0T 63 επενθησαν] επενθηθησαν U+05D0c.ᵃ Τ)
    319

  • οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσαν.
  • καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυσθήσονται.
  • καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος.
  • ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου·