Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἄταν ἀπέκτεννεν αὐτοὺς ἐζήτουν αὐτόν,
  • καὶ ἐπέστρεφον καὶ ὥρθριζον πρὸς τὸν θεόν·
  • καὶ ἐμνήσθησαν ὅτι ὁ θεὸς βοηθὸς αὐτῶν ἐστιν,
  • καὶ ὁ θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτῶν ἐστιν.
  • [*](U+05D0RΤ)[*](22 om εν τω θεω ουδε ηλπισαν R 23 ανεωξεν BᵃᵇU+05D0RΤ 24 om και 2⁰ R 26 omI και 1⁰ U+05D0RT | επηρεν] απηρεν Bᵃᵇ U+05D0RT | om εν R* | δυναστια (δυναστεια Bᵃᵇ)] δυναμει 27 χουν] χνουν U+05D0 Τ 28 επε- πεσον BU+05D0c.ᵃ R] επεσον U+05D0* επεπεσεν T 29 εφαγοσαν] εφαγον U+05D0RΤ ηνεγκεν] εδωκεν U+05D0* (ην. U+05D0c.ᵃ ) 30 om ουτων 2⁰ U+05D0c.ᵃT 32 πασι Τ U+05D0* (πασιν U+05D0c.ᵃ RT | τοις θαυμασιοις] pr εν U+05D0RT 33 εξελειπον T 34 απεκτενεν B?ᵛⁱᵈ | εζητουν] τοτε εξεζητουν U+05D0RT 35 om ο θεος (2⁰) U+05D0* (hab U+05D0c.ᵃ ))
    317

  • καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν,
  • [*](B)
  • καὶσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ·
  • ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετʼ αὐτοῦ,
  • οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ εὐτοῦ.
  • αὐτὸς δέ ἐστιν οἰκτίρμων
  • καὶ ἱλάσεται ταῖς ἁμαρτίαις αὐτῶν,
  • καὶ οὐ διαφθερεῖ
  • καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ,
  • καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ.
  • καὶ ἐμνήσθη ὅτι σάρξ εἰσιν.
  • πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον.
  • ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ,
  • παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ;
  • καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν θεόν,
  • καὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ παρώξυναν.
  • οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ,
  • ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίδοντος·
  • ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ,
  • καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως·
  • καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν,
  • καὶ τὰ ὀμβρήματα αὐτῶν ὅπως μὴ πίωσιν·
  • ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν καὶ κατέφαγεν αὐτούς,
  • καὶ βάτραχον καὶ διέφθειρεν αὐτούς·
  • καὶ ἔδωκεν τῇ ἐρυσίβῃ τὸν καρπὸν αὐτῶν,
  • καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι·