Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἡ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ θεός,
  • ἡ συνέξει τοὺς οἰκτειρμοὺς αὐτοῦ ἐν τῇ ὀργῇ αὐτοῦ
  • διάψαλμα.
  • καὶ εἶπα Νῦν ἠρξάμην.
  • αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου
  • ἐμνήσθην τῶν ἔργων Κυρίου,
  • ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου,
  • καὶ μελετήσω ἐν πᾶσιν τοῖς ἔργοις σου,
  • καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω.
  • ὁ θεός, ἐν τῆ ἁγἰῳ ἡ ὁδός σουοὐ
  • εἶ ὁ θεὸς ἡμῶν ὁ ποιῶν θαυμάσια,
  • τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμῶν
  • ἐγνώρισας ἐν τοῖς λαοῖς σου τὴν δύναμίν σου·
  • ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου,
  • τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ. διάψαλμα.
  • εἴδοσάν σε ὕδατα, ὁ θεός,
  • εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν,
  • καὶ ἐταράχθησαν ἄβυσσοι
  • π λῆθος ἠχοῦς ὕδατος·
  • φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται·
  • [*](5 οι εχθροι] pr παντες Bᵃᵇ ᵐᵍU+05D0¹ (ο παντες U+05D0* om U+05D0c.ᵃ) οι οφθαλμοι U+05D0RT | RT | μου] αυτου T 7 νυκτας R | εσκαλεν B*ᵛⁱᵈ (εσκαλε Bᵇ ᵛⁱᵈ) εσκα- λον Bᵃ ᵛⁱᵈ εσκαλαν B? ᵛⁱᵈ εσκαλλον U+05D0* εσκαλλεν U+05D0c.ᵃ T 8 μη] pr και ειπα R | απωσηται T | Κυριος] ο θεος RT 9 om αποκοψει U+05D0RT ελεος] + αυτου U+05D0* +αυτου αποκοφει U+05D0c.ᵃ RT (αποκοψη) | απο] pr συντελεσει ρημα U+05D0c.ᵃ pr συνετελεσεν ρ. | και γενεος] εις γενεαν RT 10 η 1⁰] μη R T η 2⁰] μη U+05D0c.ᵃ | συνεξη Τ | εν τη οργη αυτ. τους οικτειρμους (οικτιρμ. T) αυτου U+05D0c.ᵃ R T | om διαψαλμα T 11 ειπα] ειπον Τ 12 απο της αρχης] απ αρχ. R T 13 πασι U+05D0 14 τη αγιω] τω αγ. BᵇU+05D0RT | τις] pr ο R* (om Rᵃ) | om θεος 2⁰ U+05D0* (hab U+05D0c.ᵃ) 15 om ημων Bᵃᵇ U+05D0RT | θαυμασια] μονος U+05D0c.ᵃ (ras U+05D0c.b R | om σου 1⁰ U+05D0RT 16 Ιακωβ) Ισραηλ R | om | διαψαλμα R T 17 ιδοσαν T bis | om και 2⁰ T | αβυσσοι] pr αι U+05D0c.ᵃ 18 υδατος] υδατων U+05D0c.ᵃ R)
    314
    [*](B)

  • φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ,
  • ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ.
  • ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου,
  • καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς,
  • καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.
  • ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυσῆ καὶ
  • Ἀαρών.