Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὅτι ηὐφράνθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιὼθησαν·
  • καὶ ἐγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων,
  • κτηνώδης ἐγενόμην παρὰ σοί.
  • καὶ ἐγὼ διὰ παντὸς μετὰ σοῦ·
  • ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου,
  • ἐν τῇ βουλῇ σου ὡδήγησάς με.
  • καὶ μετὰ δόξης προσελάβου με.
  • τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ ;
  • καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς
  • ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, ὁ θεὸς τῆς καρδίας μου,
  • καὶ ἡ μερίς μου ὁ θεὸς εἰς τὸν αἰῶνα.
  • ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται·
  • ἐξωλέθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.
  • ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ κυρίῳ ἀγαθόν ἐστιν,
  • τίθεσθαι ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου,
  • τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου
  • ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.
  • [*](U+05D0RT)[*](15της γενεα R* (τηςγενεας Ra) | ησυνθετηκα BU+05D0*c.b] ησυνθετηκας U+05D0c.ᵃ R* ᵛin (ras penitus Rᵃ) ησυντεθικας T 16 τουτο...μου bis scr R | κοπος] + εστιν Bᵃᵇ ᵐᵍ U+05D0c.ᵃ RT | εναντιον] ενωπιον U+05D0c.ᵃ R T | μου] εμου U+05D0c.ᵃ 17 εως] + ου U+05D0c.ᵃ RT | om εισελθω . .συνω R | εσχατα] +αυτων U+05D0c.ᵃ R (εις τα εσχ. αυτ. bis scr R*) Τ 18 δολιοτητας] + αυτων U+05D0c.ᵃ R T | αυτοις] +κακα U+05D0c.ᵃ (ras U+05D0c.ᵇ) T+ κατεβαλες αυτους εν τω επαρθηναι Bᵃᵇ ᵐᵍ U+05D0R + κατεβαλας αυτ. εν τω επ. T 19 distinx post εξαπνα U+05D0c.ᵃ T | εξελειπον T 20 εξεγιρο- μενων T | εικοναν U+05D0* (.να U+05D0c.ᵃ) | εξουδενωσης T 21 ηυφρανθη] εξεκαυθη U+05D0c.ᵃ RT 22 εγενομην] εγενηθην U+05D0Τ 24 εν] pr κ U+05D0c.ᵃT | δοξας R | προελαβου R* 25 υπαρχει] εστα· R 26 εξελειπεν T 27 om εαυτους R | εξωλοθρ. Bᵇ εξολεθρ. T | πορνευοντα] εκπορν. R* 28 το προσκολλασθαι] του προσκολλας (sic) R | τω κυριω 1⁰] τω θω U+05D0 T τω θεω τω θεω R (om τω θ. 1⁰ Rᵃ) | Σειων T— Stich 55 BU+05D0Rᵛⁱᵈ 56 T)
    309
    [*](Β)
  • Συνέσεως τῷ Ἀσάφ.
  • Ἵνα τί ἀπώσω, ὁ θεός, εἰς τέλος;
  • ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;
  • μνήσθητι τῆς συναγωγῆς σου ἧς ἐκτήσω ἀπʼ ἀρχῆς·
  • ἐλυτρώσω ῥάβδον κληρονομίας σου,
  • ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ.
  • ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος,
  • ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου.
  • καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου,
  • ὡς εἰς τὴν εἴσοδον ὑπεράνω·
  • ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν
  • τὰς θύρας αὐτῆς·
  • ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν.
  • ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου·
  • εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.
  • εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν ἡ συγγενία αὐτῶν ἐπὶ τὸ αὐτό
  • Δεῦτε καὶ καταπαύσωμεν τὰς ἑορτὰς Κυρίου ἀπὸ τῆς γῆς.
  • τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν,
  • οὐκ ἔστιυ ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.
  • ἔως πότε, ὁ θεός, ὀνειδιεῖ ὁ ἐχθρός
  • παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος;
  • ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου
  • καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;
  • ὁ δὲ βασιλεὺς ἡμῶν πρὸ αἰῶνος,
  • εἰργάσατο σωτηρίαν ἐν μέσχῳ τῆς γῆς.