Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα,
  • καὶ ἡμέραι πλήρεις εὑρεθήσονται αὐτοῖς,
  • καὶ εἶπαν Πῶς ἔγνω ὁ θεός;
  • ἰδοὺ ἁμαρτωλοὶ καὶ εὐθηνοῦνται
  • καὶ εἰ ἔστιν γνῶσις ἐν τῷ ὑψίστῳ
  • εἰς τὸν αἰῶνα κατέσχον πλούτου.
  • καὶ εἶπα Ἀρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου.
  • καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου,
  • καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν,
  • καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωίας.
  • [*](LXXII 1 τω Ισρ. ο θεος] ο θς τω Ισρ. U+05D0c.ᵃ ρ θεος του Ισρ. RT | ευθεσι U+05D0RT BU+05D0RT 4 om  εν 1° U+05D0* (hab U+05D0c.ᵃ) R 6 υπερηφανια] + εις τελος U+05D0c.ᵃ (ras U+05D0c.ᵃ T | ασεβειαν και αδικιαν U+05D0* (αδ. και ασ. U+05D0c.ᵃ | ασεβιαν Τ | αυ- των] εαυτων T 7 ως] ωσει U+05D0* (ως U+05D0c.ᵃ | διηλθοσαν RT 8 ελαλη- σαν] σ non inst Bᵇ | εν πονηρια] πονηρα T 10 δια του B* (δ. τουτο Bᵃᵇ (ᵛⁱᵈ) | ημεραι] pr αι U+05D0c.ᵃ T | αυτοις] pr εν RT 11 ειπον T | ει εστιν] ειστιν R 12 αμαρτωλοι] pr ουτοι Bᵃᵇ ᵐᵍ U+05D0RT | ευθηνουνταις U+05D0c.ᵃ ευθηνουντες RT 13 ειπα] ειπον T)
    308
    [*](B)

  • εἰ ἔλεγον Διηγήσομαι οὕτως,
  • ἰδοὺ τῇ γεωεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκα.
  • καὶ ὑπέλαβον τοῦ γνῶναι·
  • τοῦτο κόπος ἐναντίον μου,
  • ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ,
  • καὶ συνῶ εἰς τὰ ἔσχατα.
  • πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοῖς.
  • πῶς ἐγένοντο εἰς ἐρήμωσιν
  • ἐξάπινα ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν.
  • ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου,
  • κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.
  • ὅτι ηὐφράνθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιὼθησαν·
  • καὶ ἐγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων,
  • κτηνώδης ἐγενόμην παρὰ σοί.
  • καὶ ἐγὼ διὰ παντὸς μετὰ σοῦ·
  • ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου,
  • ἐν τῇ βουλῇ σου ὡδήγησάς με.
  • καὶ μετὰ δόξης προσελάβου με.
  • τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ ;
  • καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς
  • ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, ὁ θεὸς τῆς καρδίας μου,
  • καὶ ἡ μερίς μου ὁ θεὸς εἰς τὸν αἰῶνα.
  • ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται·
  • ἐξωλέθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.
  • ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ κυρίῳ ἀγαθόν ἐστιν,
  • τίθεσθαι ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου,
  • τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου
  • ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.
  • [*](U+05D0RT)[*](15της γενεα R* (τηςγενεας Ra) | ησυνθετηκα BU+05D0*c.b] ησυνθετηκας U+05D0c.ᵃ R* ᵛin (ras penitus Rᵃ) ησυντεθικας T 16 τουτο...μου bis scr R | κοπος] + εστιν Bᵃᵇ ᵐᵍ U+05D0c.ᵃ RT | εναντιον] ενωπιον U+05D0c.ᵃ R T | μου] εμου U+05D0c.ᵃ 17 εως] + ου U+05D0c.ᵃ RT | om εισελθω . .συνω R | εσχατα] +αυτων U+05D0c.ᵃ R (εις τα εσχ. αυτ. bis scr R*) Τ 18 δολιοτητας] + αυτων U+05D0c.ᵃ R T | αυτοις] +κακα U+05D0c.ᵃ (ras U+05D0c.ᵇ) T+ κατεβαλες αυτους εν τω επαρθηναι Bᵃᵇ ᵐᵍ U+05D0R + κατεβαλας αυτ. εν τω επ. T 19 distinx post εξαπνα U+05D0c.ᵃ T | εξελειπον T 20 εξεγιρο- μενων T | εικοναν U+05D0* (.να U+05D0c.ᵃ) | εξουδενωσης T 21 ηυφρανθη] εξεκαυθη U+05D0c.ᵃ RT 22 εγενομην] εγενηθην U+05D0Τ 24 εν] pr κ U+05D0c.ᵃT | δοξας R | προελαβου R* 25 υπαρχει] εστα· R 26 εξελειπεν T 27 om εαυτους R | εξωλοθρ. Bᵇ εξολεθρ. T | πορνευοντα] εκπορν. R* 28 το προσκολλασθαι] του προσκολλας (sic) R | τω κυριω 1⁰] τω θω U+05D0 T τω θεω τω θεω R (om τω θ. 1⁰ Rᵃ) | Σειων T— Stich 55 BU+05D0Rᵛⁱᵈ 56 T)
    309
    [*](Β)
  • Συνέσεως τῷ Ἀσάφ.
  • Ἵνα τί ἀπώσω, ὁ θεός, εἰς τέλος;
  • ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;