Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καὶ συνπαραμενεί τῷ ἡλίῳ,
  • καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν.
  • καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον,
  • καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν.
  • ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη,
  • καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη.
  • καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης,
  • καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης.