Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
ἔστω τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας, πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ· καὶ εὐλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν.
εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος,
καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. γένοιτο, γένοιτο.
Ἐξέλιπον οἱ δμνοι Δαυεὶδ τοῦ υἱοῦ Ἰεσσαί. [*] (U+05D0RT) [*] (15 ευλογησωσιν T 16 αυτου] ουτων Τ | εξανθησωσιν Τ 17 εστω] εσται Τ | αυτου 1⁰ BU+05D0*c.ᵃ RT T] του κυ U+05D0c.ᵃ | ευλογηθησονται] ενευλσγ. U+05D0c.ᵃ R T 18 Ισραηλ] pr του R 19 ευλογητον] ευλογημενον U+05D0c.ᵃ | om εις τον αιωνα (1⁰).. της δοξης αυτου U+05D0* (hab U+05D0c.ᵃ) | πασα η γη BU+05D0c.ᵃ RT] εν παση τη γη U+05D0* 20 εξελειπον T | του υ ου] om του T — Stich 41 Β 40 U+05D0 42 R) 307
[*] (B) Ψαλμὸς τῷ Ἀσάφ.
Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ θεός, τοῖς εὐθέσι τῇ καρδίᾳ.
ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρʼ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου.
ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν·
ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν·
ἐν κόποις ἀνθρώπων οὐκ εἰσίν, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται.
διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία, περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν.
ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν, διῆλθον εἰς διάθεσιν καρδίας·
δενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ. ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν·
ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς.
διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται αὐτοῖς,
καὶ εἶπαν Πῶς ἔγνω ὁ θεός;
ἰδοὺ ἁμαρτωλοὶ καὶ εὐθηνοῦνται καὶ εἰ ἔστιν γνῶσις ἐν τῷ ὑψίστῳ εἰς τὸν αἰῶνα κατέσχον πλούτου.
καὶ εἶπα Ἀρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου. καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου,
καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωίας. [*] (LXXII 1 τω Ισρ. ο θεος] ο θς τω Ισρ. U+05D0c.ᵃ ρ θεος του Ισρ. RT | ευθεσι U+05D0RT BU+05D0RT 4 om εν 1° U+05D0* (hab U+05D0c.ᵃ) R 6 υπερηφανια] + εις τελος U+05D0c.ᵃ (ras U+05D0c.ᵃ T | ασεβειαν και αδικιαν U+05D0* (αδ. και ασ. U+05D0c.ᵃ | ασεβιαν Τ | αυ- των] εαυτων T 7 ως] ωσει U+05D0* (ως U+05D0c.ᵃ | διηλθοσαν RT 8 ελαλη- σαν] σ non inst Bᵇ | εν πονηρια] πονηρα T 10 δια του B* (δ. τουτο Bᵃᵇ (ᵛⁱᵈ) | ημεραι] pr αι U+05D0c.ᵃ T | αυτοις] pr εν RT 11 ειπον T | ει εστιν] ειστιν R 12 αμαρτωλοι] pr ουτοι Bᵃᵇ ᵐᵍ U+05D0RT | ευθηνουνταις U+05D0c.ᵃ ευθηνουντες RT 13 ειπα] ειπον T) 308
[*] (B)
εἰ ἔλεγον Διηγήσομαι οὕτως, ἰδοὺ τῇ γεωεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκα.
καὶ ὑπέλαβον τοῦ γνῶναι· τοῦτο κόπος ἐναντίον μου,