Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
καὶ ἕως γήρους καὶ πρεσβείου· ὁ θεός, μὴ ἐνκαταλίπῃς με ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ. τὴν δυναστίαν σου
καὶ τὴν δικαιοσύνην σου, ὁ θεός, ἕως ὑψίστων, ἃ ἐποίησας μεγαλεῖα. ὁ θεός, τίς ὅμοιός σοι ;
ὅτι ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακά, καὶ ἐπιστρέψας ἐζωοποίησας με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με,
πλεονάσας τὴν δικαιοσύνην σου. καὶ ἐπιστρέψας παρεκάλεσάς με, καὶ ἐκ τῶν ἀβύσσων πάλιν ἀνήγαγές με.
καὶ γὰρ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν ψαλῶ σοι, ὁ θεός, ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ἰσραήλ.
ἀγαλλιάσονται τὰ χείλη μου ὅταν ψάλω σοι, καὶ ἡ ψυχή μου ἣν ἐλυτρώσω.
ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύυην σου, ὅταν αἰσχυνθῶσιν καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι. [*] (U+05D0R) [*] (15 εξαγγελει] αναγγελει U+05D0 -γελλει R* | πραγματιας] γραμματιας BᵃᵇU+05D0 (-τειας) 16 δυναστεια BᵃᵇU+05D0 17 εδιδαξας με ο θεος] ο θς μου α εδιδ. με U+05D0c.ᵃ | νυν] pr του U+05D0c.ᵃ | αναγγελω] απαγγελω U+05D0 απαγγελλω R 18 γηρως Bᵃᵇ | πρεσβιου B* (πρεσβειου BᵃᵇU+05D0) | ο θεος] + μου U+05D0c.ᵃ | εγκαταλιπης Bᵃ?b ενκατελιπες R | om αν U+05D0* (hab U+05D0c.ᵃ) R * ου Rᵃ | απαγγειλω] απαγγελλω R * | παση τη γενεα] τη γενεα παση U+05D0c.ᵃ παση γενεα γενεα (sic) R | ερχο- μενη] επερχομενη R | δυναστειαν Bᵃᵇ 19 εποιησας] + μοι U+05D0c.ᵃ | μεγαλεια] τα θαυμασια σου 20 οτι] οσας U+05D0c.ᵃ | κακα] κακας R 21 πλεονασας] επλεονασας U+05D0R (inc stich) + επ εμε R | δικαιοσυνην] μεγαλωσυνην R | om και εκ των αβ. π. ανηγαγες με U+05D0 | αβυσσων] + της γης U+05D0R 22 και γαρ] + εγω BᵃᵇU+05D0 | om εν σκευει ψαλμου U+05D0 | σκευει] σκευεσιν R | ο θς ψαλω σοι | αγιος Ισραηλ R* — Stich 53 B 51 U+05D0 52 R) 305
[*] (B) Εἰς Σολομών.
Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως,
κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πταοχούς σου ἐν κρίσει.
ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ σου καὶ οἱ βουνοί
ἐν δικαιοσύνῃ κρινεῖ τοὺς πτωχοὺς §τοῦ λαοῦ· [*] (§T) καὶ σώσεις τοὺς υἱοὺς τῶν πενήταων, καὶ ταπεινώσει συκοβάντην·
καὶ συνπαραμενεί τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν.
καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν.
ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη.
καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης.
ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λίξουσιν·
βασιλεῖς Θαρσεὶς καὶ αἱ νῆσοι δῶρα προσοίσουσιν. βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσιν·
καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.
ὅτι ἐρύσατο πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ πένητα ᾦ οὐχ ὑπῆρχεν βοηθόςφείσεται
πτωχοῦ καὶ πένητος, καὶ ψυχὰς πενήτων σώσει·