Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐδίδαξάς με, ὁ θεός, ἐκ νεότητός μου,
  • καὶ μέχρι νῦν ἀναγγελῶ τὰ θαυμαάσιά σου,
  • καὶ ἕως γήρους καὶ πρεσβείου· ὁ θεός, μὴ ἐνκαταλίπῃς με
  • ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ
  • ἐρχομένῃ.
  • τὴν δυναστίαν σου
  • καὶ τὴν δικαιοσύνην σου,
  • ὁ θεός, ἕως ὑψίστων, ἃ ἐποίησας μεγαλεῖα.
  • ὁ θεός, τίς ὅμοιός σοι ;
  • ὅτι ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακά,
  • καὶ ἐπιστρέψας ἐζωοποίησας με,
  • καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με,