Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • μή ποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου,
  • μὴ ὄντος λυτρουμένου μηδὲ σώζοντος.
  • Κύριε ὁ θεός μου, εἰ ἐποίησα τοῦτο,
  • εἰ ἔστιν ἀδικία ἐν χερσίν μου,
  • εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσίν μοι κακά,
  • ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός·
  • καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι,
  • καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου,
  • καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. διάψαλμα.
  • ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου,
  • ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου·
  • ἐξεγέρθητι, Κύριε ὁ θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω.
  • καὶ συναγωγὴ λαῶν κυκλώσει σε·
  • καὶ ὑπέρ ταύτης εἰς ὕψος ἐπίστρεψον.
  • Κύριος κρινεῖ λαοὺς·
  • κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου
  • καὶ κατὰ τὴν ἀκακίαν μου ἐπʼ ἐμοί.
  • συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν,
  • καὶ κατευθυνεῖς δίκαιον·
  • ἐτάζων καρδίας καὶ νεφροὺς ὁ θεός.
  • δικαία ἡ βοήθειά μου παρὰ τοῦ θεοῦ
  • τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ.
  • ὁ θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος,
  • μὴ ὀργὴν ἐπάγων καθʼ ἑκάστην ἡμέραν.
  • ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει·
  • τὸ τόξον αὐτοῦ ἐνέτεινεν, καὶ ἡτοίμασεν αὐτό·
  • καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου,
  • τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο.
  • ἰδοὺ ὠδίνησεν ἀνομίαν,
  • συνέλαβεν πόνον καὶ ἔτεκεν ἀδικίαν·