Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου. ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐγγίζειν ἐπὶ τὸν θεόν μου.
ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν· ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως· ἃ οὐχ ἥρπασα τότε ἀπετίννυον.
ὁ θεός, σὺ ἔγνως τὴν ἀφροσύνην μου. καὶ αἱ πλημμελίαι μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν. [*] (32 θεω] κω U+05D0* (θω U+05D0c.ᵃ) 33 θεω] κω U+05D0* (θω U+05D0c.ᵃ) | κυριω] θω * (κω U+05D0R | U+05D0c.ᵃ) | om διαψαλμα Rᵃ 34 om ψαλατε τω θεω U+05D0 | θεω] κυριω Rᵃ | κατα | BU+05D0c.ᵃRᵃ] κατ U+05D0* | om ιδου U+05D0* (hab U+05D0c.ᵃ) | om εν U+05D0Rᵃ 35 μεγαλο- πρεπεια Bᵃᵇ 36 οσιοις] αγιοις U+05D0Rᵃ | Ισραηλ] pr του U+05D0* (om U+05D0c.ᵃ) | om και 2⁰ U+05D0c.ᵃRᵃ Stich 84 B 80 U+05D0 (de R non liq) L XVIII 3 εν. | επαγη Rᵃ | ιλυν Bᵇ υλην B*U+05D0 ιλην R | αποστασις Rᵃ 4 εβραγχνια- σεν B*U+05D0* (εβραγχιασεν BᵇU+05D0c.ᵃR) | εγγιζειν] ελπιζεν Bᵃ (ᵐᵍ)ᵇ(txt) U+05D0] + με R 5 εκδιωκοντες] διωκοντες U+05D0 6 πλημμελειαι Bᵃᵇ | εκρυβησαν] απεκρυ- βησαν U+05D0c.ᵃ) 300
[*] (B)
μὴ αἰσχυνθείησαν ἐπʼ ἐμοὶ οἱ ὑπομένοντές σε, Κύριε τῶν δυνάμεων· μὴ ἐντραπείησαν ἐπʼ ἐμοὶ οἱ ζητοῦντές σε, ὁ θεὸς τοῦ Ἰσραήλ.
ὅτι ἕνεκα σοῦ ὑπήνεγκα ὀνειδισμόν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου·
ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου·
ὅτι ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπʼ ἐμέ.
καὶ συνέκαμψα ἐν νηστίᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμὸν ἐμοί
καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.
κατʼ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλῃ, καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἶνον.
ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ, Κύριε· καιρὸς εὐδοκίας, ὁ θεός· ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσον, ἐν ἀληθείᾳ τῆς σωτηρίας σου.
σῶσόν με ἀπὸ πηλοῦ, ἴνα μὴ ἐνπαγῶ· ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων.
μὴ με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός, μηδὲ συνσχέτω ἐπʼ ἐμὲ φρέαρ στόμα αὐτοῦ.
εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου· κατὰ τὸ πλῆθος τῶν οἰκτειρμῶν σου ἐπίβλεψον ἐπʼ ἐμέ
ξτὶ θλίβομαι, ταχὺ ἐπάκουσόν μου.
πρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτὴν, ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με.
σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου [*] (U+05D0R) [*] (7 εμοι bis] εμε Bᵃ?ᵇR | Κυριε] + κε U+05D0R 10 καταφαγεται] κατεφαγε Bᵇ κατεφαγεν U+05D0c.ᵃR 11 συνεκαμψα] συνεκαλυφα U+05D0c.ᵃ] R | νηστεια Bᵃᵇ | εγενηθη] + μοι R | ονιδισμους U+05D0c.ᵃ | om εμοι R 12 εγενομην BU+05D0c.ᵃ R] εγενηθην U+05D0* 13 πυλαις U+05D0c.ᵃ | τον οινον] om τον U+05D0c.ᵃ 14 επακου- σον] + μου BᵃᵇR | σωτηριας σου] σωτηριας μου B 15 εμπαγω Bᵃᵇ | του βαθους] των βαθεων U+05D0c.ᵃ Rᵃ 16 συσχετω (συσχ. BᵇU+05D0)] συνεχετω B? fort R | στομα] pr το R 17 εισακουσον (οισακ. U+05D0* εισακ. U+05D0¹⁽ᵛⁱᵈ)] επακουσον R | εμε] + κ (om και U+05D0R) μη αποστρεψης το προσωπον σου απο του παιδος σου Bᵃᵇ mg sup U+05D0R 18 ταχυ U+05D0* 20 om γαρ U+05D0 | τον ον. sup ras R¹ | μου] εμου U+05D0* (μου U+05D0c.ᵃ)) 301
καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπὴν μου· [*] (B) ἐναντίον σου πάντες οἱ θλίβοντές με.
ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχὴ μου καὶ ταλαιπωρίαν· καὶ ὑπέμεινα συνλυπούμενον, καὶ οὐχ ὑπῆρξεν, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον.
καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.
γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα,