Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχὴ μου καὶ ταλαιπωρίαν·
  • καὶ ὑπέμεινα συνλυπούμενον, καὶ οὐχ ὑπῆρξεν,
  • καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον.
  • καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν,
  • καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.
  • γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα,
  • σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν.
  • καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον·
  • καὶ τὸν υῶτον αὐτῶν διὰ παντὸς σύνκαμψον·
  • ἔκχεον ἐπʼ αὐτοὺς τὴν ὀργήν σου,
  • καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.
  • γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη.
  • καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν·
  • ὅτι ὃν σὺ ἐπάταξας αὐτοὶ κατεδίωξαν,
  • καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.
  • πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν,
  • καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου·