Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου·
  • κατὰ τὸ πλῆθος τῶν οἰκτειρμῶν σου ἐπίβλεψον ἐπʼ ἐμέ
  • ξτὶ θλίβομαι, ταχὺ ἐπάκουσόν μου.
  • πρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτὴν,
  • ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με.
  • σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου
  • [*](U+05D0R)[*](7 εμοι bis] εμε Bᵃ?ᵇR | Κυριε] + κε U+05D0R 10 καταφαγεται] κατεφαγε Bᵇ κατεφαγεν U+05D0c.ᵃR 11 συνεκαμψα] συνεκαλυφα U+05D0c.ᵃ] R | νηστεια Bᵃᵇ | εγενηθη] + μοι R | ονιδισμους U+05D0c.ᵃ | om εμοι R 12 εγενομην BU+05D0c.ᵃ R] εγενηθην U+05D0* 13 πυλαις U+05D0c.ᵃ | τον οινον] om τον U+05D0c.ᵃ 14 επακου- σον] + μου BᵃᵇR | σωτηριας σου] σωτηριας μου B 15 εμπαγω Bᵃᵇ | του βαθους] των βαθεων U+05D0c.ᵃ Rᵃ 16 συσχετω (συσχ. BᵇU+05D0)] συνεχετω B? fort R | στομα] pr το R 17 εισακουσον (οισακ. U+05D0* εισακ. U+05D0¹⁽ᵛⁱᵈ)] επακουσον R | εμε] + κ (om και U+05D0R) μη αποστρεψης το προσωπον σου απο του παιδος σου Bᵃᵇ mg sup U+05D0R 18 ταχυ U+05D0* 20 om γαρ U+05D0 | τον ον. sup ras R¹ | μου] εμου U+05D0* (μου U+05D0c.ᵃ))
    301
  • καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπὴν μου·
  • [*](B)
  • ἐναντίον σου πάντες οἱ θλίβοντές με.
  • ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχὴ μου καὶ ταλαιπωρίαν·
  • καὶ ὑπέμεινα συνλυπούμενον, καὶ οὐχ ὑπῆρξεν,
  • καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον.
  • καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν,
  • καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.
  • γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα,
  • σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν.
  • καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον·
  • καὶ τὸν υῶτον αὐτῶν διὰ παντὸς σύνκαμψον·
  • ἔκχεον ἐπʼ αὐτοὺς τὴν ὀργήν σου,
  • καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.
  • γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη.
  • καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν·
  • ὅτι ὃν σὺ ἐπάταξας αὐτοὶ κατεδίωξαν,
  • καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.
  • πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν,
  • καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου·
  • ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων.
  • καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.
  • πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ,
  • καὶ ἡ σαωτηρία τοῦ προσώπου σου ἀντελαάβετό μου.
  • αἰνέσω τὸ ὄνομα τοῦ θεοῦ μετ᾿ ᾠδῆς,
  • μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει,
  • καὶ ἀρέσει τῷ θεῷ ὑπέρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ
  • ὁπλάς.
  • ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν.
  • ἐκζητήσατε τὸν θεὸν καὶ ζήσεσθε.
  • [*](20 εναντιον] ενωπιον R 21 ψυχη BU+05D0c.ᵃ R] καρδια U+05D0*c.ᵃ συλλυ· U+05D0R πουμενον Bᵇ | και ουχ υπηρξεν...ουχ ευρον] και ουχ ευρον και παρακ. και ουχ υπηρχεν U+05D0* και ουχ υπηρχεν και παρακαλουντας (ita et R) και ουχ ευρον U+05D0c.ᵃ 23 πακιδα U+05D0 24 συγκαμψον Bᵇ 25 ο θυμος της οργης σου καταλαβοι BU+05D0c.ᵃ R] ο θυμος σου λαβοι U+05D0* 26 32 om γενηθητω...οπλας R* (hab Rᵃ ᵐᵍ) 27 om ον Rᵃ 28 εισελ- θατωσαν Rᵃ 30 om και 2⁰ U+05D0c.ᵃ | om του προσωπου U+05D0c.ᵃ Rᵃ | αντε. λαβετο] pr ο θεος U+05D0Ra 31 του θεου] + μου U+05D0c.ᵃ | μετ] μετα U+05D0 32 om εκφεροντα U+05D0* (hab U+05D0c.ᵃ) 33 εκζητησατε] ζητησατε R | θεον] κυριον R | ζησεσθε Bᵃᵇ (ζησεσθαι B*)] ζησεται η ψυχη ημων (υμων U+05D0c.ᵃ U+05D0*R)
    302
    [*](B)

  • ὅτι εἰσήκουσεν τῶν πενήτων ὁ κύριος,
  • καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν.
  • αἶνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ,
  • θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς.
  • ὅτι ὁ θεὸς σώσει τὴν Σιών,
  • καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας,
  • καὶ κατοικήσουσιν ἐκεῖ καὶ κληρονομήσουσιν αὐτὴν·