Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
ὁ θεὸς ἡμῶν ὁ θεὸς τοῦ σώζειν, καὶ τοῦ κυρίου αἱ διέξοδοι τοῦ θανατου.
πλὴν ὁ θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ, κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελίαις αὐτοῦ.
εἶπεν Κύριος Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης·
ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρʼ αὐτοῦ.
ἐθεωρήθησαν αἱ πορίαι σου, ὁ θεός, αἱ πορίαι τοῦ θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ·
προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων, ἐν μέσῳ νεανίδων τυμπανιστριῶν.
ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν, τὸν κύριον ἐκ πηγῶν Ἰσραήλ.
ἐκεῖ Βενιαμεὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθαλεί.
ἔυτειλαι, θεός, τῇ δυνάμει σου, δυνάμαοσον, ὁ θεός, τοῦτο ὁ κατηρτίσω ἡμῖν.
ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ἰερουσαλὴμ σοὶ οἴσουσιν βασιλεῖς δῶρα.
ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου· ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσιν τῶν λαῶν τοῦ μὴ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ· [*] (U+05D0R) [*] (19 ανθρωπω B*ᵇ] ανθρωποις BᵃU+05D0Rᵃ | απειθουντες Bᵃᵇ (απιθ. B* )] απει- θουντας U+05D0c.ᵃ (απιθ.) Rᵃ 20 ημερα και ημερα R* | om και U+05D0Rᵃ | om δια- ψαλμα Rᵃ 21 ο θεος 2⁰ BU+05D0c.ᵃ Rᵃ] om ο U+05D0* | σωζειν] σωσαι Rᵃ | του κυοιου] + κυ U+05D0c.ᵃ Rᵃ 22 πλημμελιαις (-λειαις Bᵃᵇ) BU+05D0c.ᵃ Rᵃ ᵛⁱᵈ) πλημμελια U+05D0* |αυτου 2⁰] αυτων BᵃᵇU+05D0c.ᵃ Rᵃ om U+05D0* 25 ποριαι bis] πορειαι BᵃᵇU+05D0 | βασιλεως] + μου U+05D0c.ᵃ 26 εχομενα U+05D0Rᵃ 27 τον κυριον] om τον U+05D0c.ᵃ Rᵃ 28 om αρχοντες Ιουδα ηγ. αυτων U+05D0* (hab U+05D0c.ᵃ Νεφθαλειμ Νεφθαλειν Ra 29 θεος] pr ο BᵃᵇU+05D0Ra | κατηρτισω] κατιργασω U+05D0c.ᵃ κατηργασω Ra | ημιν] pr εν Ra 30 επ Rᵃ 31 δαμαλεσι B?ᵛⁱᵈ | των λαων] λαων sup ras U+05D0¹ του λαου Rᵃ (των λαων R¹) | om μη U+05D0c.ᵃ Rᵃ | αποκλεισθηναι] εκκλεισθηναι U+05D0c.ᵃ Rᵃ) 299
διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.
ἥξουσιν πρέσβεις ἐξ Αἰγύπτου. Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ.
αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ θεῷ, ψάλατε τῷ κυρίῳ. διαάψαλμα.
ψάλατε τῷ θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς. ἰδοὺ δώσει ἐν τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.
δότε δόξαν τῷ θεῷ· ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρεπία αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.
θαυμαστὸς ὁ θεὸς ἐν τοῖς ὁσίοις αὐτοῦ· ὁ θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ· καὶ εὐλογητὸς ὁ θεός.
Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· τῷ Δαυείδ.
Σῶσόν με, ὁ θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.
ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις· ἥλθον εἰς τὰ βάθη τῆς θαλάσσης. καὶ καταιγὶς κατεπόντισέν με.
ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου. ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐγγίζειν ἐπὶ τὸν θεόν μου.