Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων,
  • ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπαων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι.
  • αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.
  • μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν,
  • καὶ ἐπὶ ἁρπάγματα μὴ ἐπιποθεῖτε·
  • πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.
  • ἅπαξ ἐλάλησεν ὁ θεός, δύο ταῦτα ἤκουσα,
  • ὅτι τὸ κράτος τοῦ θεοῦ
  • καὶ σοῦ, κύριε, τὸ ἔλεος,
  • ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτυῦ.
  • ψαλμὸς τῷ Δαυείδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ
  • ἐρήμῳ τῆς Ἰδουμαίας.
  • Ὁ θεὸς ὁ θεός μου. πρὸς σὲ ὀρθρίζω·
  • ἐδίψησέν σοι ἡ ψυχή μου.
  • ποσαπλῶς σοι ἡ σάρξ μου.
  • ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.
  • οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι,
  • τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.
  • ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπέρ ζωάς,
  • τὰ χείλη μου ἐπαινέσουσίν σε.
  • οὕτως εὐλογήσω σε ἐν τῆ ζωῇ μου.
  • ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.