Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα. ἐν τῷ ἀκηδιάσαι
  • τὴν καρδίαν μου.
  • ἐν πέτρᾳ ὕψωσάς με,
  • ὡδήγησάς με,
  • ὅτι ἐγενήθης ἐλπίς μου.
  • πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ.
  • παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας, διάψαλμα.
  • σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου.
  • ὅτι σύ, ὁ θεός, εἰσήκουσας τῶν προσευχῶν μου,
  • ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.
  • [*](8 αγαλλιασωμαι Τ 9 Μανασσης U+05D0c.a R | βασιλευς] pr ο R 10 επι U+05D0RT την Ιδουμαιαν] εν Ιδουμαια R 11 τις 2⁰] pr η U+05D0c.a (ipse fort del) RT 12 ουχι 2⁰] ουκ U+05D0c.a RΤ 14 om δε U+05D0c.a R — Stich 26 BU+05D0 27 R LX 1 τω Δαυειδ] pr ψαλμος U+05D0RT Γ (.. μος T : quae praecess perier) 2 εισ- ακουσον] + ο θς Bᵃᵇ U+05D0RT | τη προσευχη U+05D0RT 5 om διαψαλμα T | σκεπη] pr τη T 6 των προσευχων BU+05D0c.a a] της προσευχης U+05D0* των ευχων RT | ο ονομα U+05D0* (το ον. U+05D0¹))
    290
    [*](B)

  • ἡμέρας ἐφʼ ἡμέρας βασιλέως προσθήσεις ἔτη αὐτοῦ,
  • ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς.
  • διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ θεοῦ·
  • ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει αὐτῶν
  • οὕτως ψαλῶ τῷ ἀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
  • τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.
  • Eἰς τὸ τέλος, ὐπὲρ Ἰδιθούν· ψαλμός τῷ Δαυείδ.
  • Οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἤ ψυχἠμου ;
  • παρʼ αὐτοῦ γὰρ τὸ σωτήριόν μου.
  • καὶ γὰρ αὐτὸς ὁ θεός μου καὶ σωτὴρ μου,
  • ἀντιλήμπτωρ μου· οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.
  • ἕως πότε ἐπιτίθεσθε ἐπʼ ἄνθρωπον ;
  • φονεύετε πάντες
  • ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ.
  • πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι,
  • ἔδραμον ἐν δίψει
  • τῷ στόματι αὐτῶν εὐλογοῦσαν, καὶ τῇ καρδίᾳ αὐτῶν
  • κατηρῶντο.
  • πλὴν τῷ θεῷ ὑποτάγηθι, ψυχῇ μου,
  • ὅτι παρʼ αὐτοῦ ἡ ὑπομονή μου.
  • ὅτι αὐτὸς θεός μου καὶ σαωτήρ μου,
  • ἀντιλήμπτωρ μου· οὐ μὴ μεταναστεύσω.