Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐμός ἐστιν Γαλαάδ, καὶ ἐμός ἐστιν Μανασσή,
  • καὶ Ἐφράιμ κραταίωσις τῆς κεφαλῆς μου·
  • Ἰούδας βασιλεύς μου,
  • Μωὰβ λέβης τῆς ἐλπίδος μου·
  • §ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου.
  • [*](§Τ)
  • ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.
  • τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;
  • τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;
  • οὐχὶ σύ, ὁ θεός, ὁ ἀπωσάμενος ἡμᾶς;
  • καὶ οὐχὶ ἐξελεύσῃ, ὁ θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν
  • δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως¶
  • [*](¶Τ)
  • καὶ ματαία σωτηρία ἀνθρώπου.
  • ἐν δὲ τῷ θεῷ ποιήσομεν δύναμιν,
  • καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.
  • Εἰς τὸ τέλος, ἐν ὔμνοις· τῷ Δαυείδ.
  • [*](§Τ)

  • Εἰσάκουσον τῆς δεήσεως μου,
  • πρόσχες τῆς προσευχῆς μου.
  • ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα. ἐν τῷ ἀκηδιάσαι
  • τὴν καρδίαν μου.
  • ἐν πέτρᾳ ὕψωσάς με,
  • ὡδήγησάς με,
  • ὅτι ἐγενήθης ἐλπίς μου.
  • πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ.