Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυεὶδ εἰς στηλο-
  • γραφίαν, ὁπότε ἀπέστειλεν Σαοὺλ καὶ ἐφύλαξεν τὸν
  • οἴκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν.
  • Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ θεός,
  • καὶ ἐκ τῶν ἐπανιστανομένων ἐπʼ ἐμὲ λύτρωσαί με.
  • ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν,
  • καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με.
  • ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχὴν μου.
  • ἐπέθεντο ἐπʼ ἐμὲ κραταιοί
  • οὔτε ἡ ἀνομία μου οὔτε ἡ ἁμαρτία μου, Κύριε.
  • ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα·
  • ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἴδε,
  • καὶ σύ, Κύριε ὁ θεὸς τῶν δυνάμεων, ὁ θεὸς Ἰσραήλ,
  • πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη,
  • μὴ οἰκτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.
  • διάψαλμα.
  • ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων, καὶ
  • κυκλώσουσιν πόλιν.
  • ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν
  • τοῖς χείλεσιν αὐτῶν·
  • ὅτι τίς ἤκουσεν;
  • καὶ σύ, Κύριε, ἐκγελάσῃ αὐτούς.
  • ἐξουδενώσεις πάντα τὸ ἔθνη.
  • τὸ κράτος μου πρὸς σὲ φυλάξω,
  • ὅτι θεὸς ἀντιλήμπτωρ μου εἶ.
  • ὁ θεός μου, τὸ ἔλεος αὐτοῦ προφθάσει με·
  • ὁ θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου.
  • μὴ ἀποκτείνῃς αὐτούς, μή ποτε ἐπιλάθωνται τοῦ νόμου σου·
  • διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου
  • καὶ κατάγαγε αὐτούς, ὁ ὑπερασπιστής μου κύριε.
  • [*](VIII 1 ειστηλογρ. B* (εις στηλογρ. Bᵃᵇ) R 2 εξελου με] + κε U+05D0* U+05D0RT (om U+05D0 c.a ᵃ) | ο θεος] + μου U+05D0* (om U+05D0c.a) | επανισταμενων BᵇR1 T 4 η αμαρτια] om η R* 5 κατηυθυνα T 6 Ισραηλ] pr του U+05D0c.a RT | οικτιρησεις T | om διαψαλμα T 7 επιστρεψωσιν T | λιμωξωσιν T | κυκλωσωσιν T 8 αποφθεγξονται] pr αυτοι U+05D0c.a (ras U+05D0c. ᵇ) T 9 εξ ουδενωσης T 10 θεος] ο θς U+05D0* R συ ο θς U+05D0c. ᵃ (om συ U+05D0c. ᵇ) T | om ει U+05D0 11 προφθαση T | με] μοι R* | δειξει] διξη T 12 νομου] ονοματος U+05D0c.a)
    288
    [*](B)

  • ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν,
  • καὶ συνλημφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν·
  • καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται
  • συντέλειαι,
  • [*](¶ T)
  • ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξουσιν·¶
  • καὶ γνώσονται ὅτι ὁ θεὸς τοῦ Ἰακὰβ δεσπόζει τῶν περάτων
  • τῆς γῆς. διάψαλμα.
  • ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων, καὶ
  • κυκλώσουσιν πόλιν·
  • αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν,
  • ἐὰν δὲ χορτασθῶσιν, καὶ γογγύσουσιν.
  • ἐγὼ δὲ ἄσομαι τῇ δυνάμει σου,
  • καὶ ἀγαλλιάσομαι τὸ πρωὶ τὸ ἔλεός σου·
  • ὅτι ἐγενήθης ἀντιλήμπτωρ μου
  • καὶ καταφυγὴ ἐν ἡμέρᾳ θλίψεως.
  • βοηθός μου, σοὶ ψαλῶ, ὁ θεός μου·
  • ὅτι ἀντιλήμπτωρ μου εἶ,
  • ὁ θεός μου, τὸ ἔλεός μου.