Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῆ,
  • ἀδικίαν αἱ χεῖρες ὑμῶν συνπλέκουσιν.
  • ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας,
  • ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψεύδη.
  • θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως,
  • ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς,
  • ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων
  • φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ.
  • ὁ θεὸς συνέτριψεν τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν,
  • τὰς μύλας τῶν λεόντων συνέθλασεν Κύριος.
  • ἐξουδενωθήσονται ὡς ὕδωρ διαπορευόμενον,
  • ἐντενεῖ τὸ τόξον αὐτοῦ ἕως οὗ ἀσθενήσουσιν.
  • ὡσεὶ κηρὸς ὁ τακεὶς ἀνταναιρεθήσονται·
  • ἐπέπεσε πῦρ, καὶ οὐκ εἶδον τὸν ἥλιον.
  • πρὸ τοῦ συνεῖναι τὰς ἀκάνθας ὑμῶν
  • τὴν ῥάμνον, ὡσεὶ ζῶντας, ὡσεὶ ἐν ὀργῇ καταπίεται ὑμᾶς.
  • εὐφρανθήσεται δίκαιος ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβῶν.
  • τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ.
  • καὶ ἐρεῖ ἄνθρωπος Εἰ ἄρα ἐστὶν καρπὸς τῷ δικαίῳ,
  • ἄρα ἐστὶν ὁ θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῆ.
  • [*](U+05D0RT)[*](LVII 1 μη διαφθειρης τω Δαυειδ· U+05D0 | Δαυεδ B 2 ευθειας Bᵃᵇ | κρι- νετε Bᵃ?bU+05D0 (κρινεται B* )] κρνατε T | οι υιοι] om οι RT 3 ανομιαν R* | συμπλεκουσιν RT 6 εισακουσαται R | επαδοντος R | φαρμακου τε] φαρ- μακουται Bᵃᵇ T | φαρμακευομενου] φαρμακευομενη U+05D0 c.a RT 7 συνετριψεν] συντριψει BᵃᵇU+05D0c.a RT | om των R* | Κυριος] pr ο c.a (om U+05D0 c.b ᵇ) RT 9 ο τακεις] om ο U+05D0 c.a RT | επεπεσε BU+05D0* επεπεσεν R επεσεν U+05D0 c. ᵃT | πυρ] + επ αυτους U+05D0 c.a T | ιδον T 10 συνεναι (συνιν. B* )] συνιεναι Bᵃᵇ | τη ραμνω U+05D0 c.a T | υμας] αυτους U+05D0R 11 om ασεβων U+05D0T | του αμαρτωλου] om του R* 12 om ει] R* Stich 22 BU+05D0RΤ)
    287

  • Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυεὶδ εἰς στηλο-
  • γραφίαν, ὁπότε ἀπέστειλεν Σαοὺλ καὶ ἐφύλαξεν τὸν
  • οἴκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν.
  • Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ θεός,
  • καὶ ἐκ τῶν ἐπανιστανομένων ἐπʼ ἐμὲ λύτρωσαί με.
  • ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν,
  • καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με.
  • ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχὴν μου.
  • ἐπέθεντο ἐπʼ ἐμὲ κραταιοί
  • οὔτε ἡ ἀνομία μου οὔτε ἡ ἁμαρτία μου, Κύριε.