Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • παροικήσουσιν καὶ κατακρύψουσιν·
  • αὐτοὶ τὴν πτέρναν μου φυλάξουσιν, καθάπερ ὑπέμεινα τῇ
  • ψυχῇ μου·
  • ὑπὲρ τοῦ μηθενὸς σώσεις αὐτούς,
  • ἐν ὀργῇ λαοὺς κατάξεις.
  • ὁ θεός,
  • τὴν ζωήν μου ἐξήγγειλά σοι,
  • ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ
  • σου
  • ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω,
  • ἐν ᾖ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε
  • ἰδοὺ ἔγνων ὅτι θεός μου εἶ σύ.
  • ἐπὶ τῷ θεῷ αἰνέσω ῥῆμα,
  • ἐπὶ τῷ θεῷ αἰνέσω λόγον.
  • ἐπὶ τῷ θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.
  • ἐν ἐμοί, ὁ θεός, αἱ εὐχαὶ ἃς ἀποδώσω αἰνέσεως·
  • ὅτι ἐρύσω τὴν ψυχήν μου ἐκ θανάτου,
  • καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος,
  • τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ θεοῦ ἐν φωτὶ ζώντων.
  • [*](U+05D0RT)[*](3 οτι πολλοι οι πολ. με απο υψους ημερας U+05D0c.a T (distinx ante απο T) 4 φοβηθησονται] ου φοβηθησομαι U+05D0c.a T | επι σοι ελπιω] επι σε ελπ. U+05D0 ελπ. επι σοι T + Κυριε R 5 εν 1⁰] επι R | om ολην την ημεραν U+05D0T | εν 2°] επι U+05D0RT | θεω 2⁰] κω U+05D0* (θω U+05D0c.a) 6 κατ εμου] pr και B* | κακον BU+05D0*c.b RT] κακα U+05D0c.a 7 αυτοι] αυτου (c praec coniung) U+05D0* | υπεμειναν U+05D0c.aRT | την ψυχην U+05D0c.a RT 8 μηδενος R | μηθενοσωσης T | καταξης 9 ζωην] ωην sup ras R¹ | om μου 1⁰ R* (hab Rᵃ) 10 επιστρεψουσν] pr τοτε U+05D0c.ᵃ (om U+05D0c. ᵇ) επιστρεψωσιν T | θεος μου ει συ] συ ει ο θεος μου R 11 θεω 2⁰] κω U+05D0T 12 θεω BU+05D0c.aRT κω U+05D0* 13 αι ευχαι] om αι R | αινεσεως] + σοι U+05D0R*T 14 ερρυσω BᵇU+05D0R* | θανατου] + τους οφθαλ- μους μου απο δακρυων Bᵇ(vid) mg U+05D0c.a (ras U+05D0c.b) RT | εξ] απο U+05D0c.a RT | του Stich 26 B 25 U+05D0 27 RT)
    285
    [*](B)

  • Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυεὶδ εἰς στηλοΣαούλ
  • γραφίαν, εν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου
  • εἰς τὸ σπήλαιον.
  • Ἐλέησόν με, ὁ θεός, ἐλέησόν με·
  • ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχὴ μου,
  • καὶ ἐν τῇ σκιῷ τῶν πτερύγων σου ἐλπιῶ
  • ἕως οὗ παρέλθῃ ἡ ἀνομία.
  • κεκράξομαι πρὸς τὸν θεὸν τὸν ὕψιστον,
  • τὸν θεὸν τὸν εὐεργετήσαντά με. διάψαλμα.
  • ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέν με,
  • ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με·
  • ἐξαπέστειλεν ὁ θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ,
  • καὶ ἐρύσατο τὴν ψυχὴν μου ἐκ μέσου σκύμνων.
  • ἐκοιμήθην τεταραγμένος·
  • υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη,
  • καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.
  • ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός,
  • καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.
  • παγίδας ἡτοίμασαν τοῖς ποσίν μου,
  • καὶ κατέκαμψαν τὴν ψυχήν μου·
  • ὤρυξαν πρὸ προσώπου μου βόθρον,
  • καὶ ἐυέπεσαν εἰς αὐτόν.
  • έτοίμη ἡ καρδία μου. ὁ θεός,
  • ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ.
  • ἐξεγέρθητι ἡ δόξα μου.
  • ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα·
  • ἐξεγερθήσομαι ὄρθρου.
  • ἐξομολογήσομαί σοι ἐν λαοῖς, κύριε.
  • ψαλῶ σοι ἐν ἔθνεσιν·
  • ὅτι ἐαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου.
  • καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου.
  • διάψαλμα.
  • [*](LVI 1 αποδιδρασκειν αυτον R* 2 η ψυχην U+05D0 | τη σκια] σκεπη R* (τη U+05D0RT σκια Rᵃ) 3 τον υψιστον] om τον R | om τον 2⁰ R * | om διαψαλμα U+05D0 4 του καταπατουντας U+05D0* (τους καταπ. U+05D0 c.a) | με 2⁰] + διαψαλμα U+05D0 5 ερρυ- σατο Β b U+05D0R*ᵛⁱᵈ | οπλον BU+05D0*c.b] οπλα U+05D0 c.a RT 7 παγιδας (πακιδας U+05D0*) παγιδα B? (ras ς) U+05D0 RT | τοις ποσιν] την ψυχην U+05D0 |om διαφαλμα T 8 ασω- μαι Τ | ψαλω] + σοι εν τη δοξη μου U+05D0* (om σοι U+05D0c.a) 9 κιθαρα] κιραραμ Rᵛⁱᵈ 11 η αληθεια σου εως των νεφελων U+05D0 ― Stich 30 BU+05D0 26 R 29 Τ)
    286
    [*](B)

  • ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός,
  • καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.