Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυείδ,
  • ἐν
  • τῷ ἐλθεῖν τοὺς Ζειφαίους· καὶ εἶπεν τῷ Σαούλ
  • Οὐκ ἰδοὺ Δαυεὶδ κέκρυπται παρʼ ἡμῖν;
  • Ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με,
  • καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.
  • ὁ θεός, εἰσάκουσον τῆς προσευχῆς μου,
  • ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.
  • ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπʼ ἐμέ,
  • καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχὴν μου·
  • οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν. διάφαλμα.
  • ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι.
  • καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου.
  • ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου·
  • ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.