Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
ἐκεῖ φοβηθήσονται φόβον οὗ οὐκ ἦν φόβος, ὅτι ὁ θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· κατῃσχύνθησαν, ὅτι ὁ θεὸς ἐξουδένωσεν αὐτούς.
τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἀποστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ.
Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυείδ,
ἐν τῷ ἐλθεῖν τοὺς Ζειφαίους· καὶ εἶπεν τῷ Σαούλ Οὐκ ἰδοὺ Δαυεὶδ κέκρυπται παρʼ ἡμῖν;
Ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.
ὁ θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.
ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπʼ ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχὴν μου· οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν. διάφαλμα.
ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι. καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου.
ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.
ἑκουσίως θύσω σοι, [*] (4 αμα BU+05D0c.a BT] επι το αυτο U+05D0* | ηχρειωθησαν BᵃᵇT (ηχριωθ.) | αγαθον U+05D0RT BU+05D0c.a RT] χρηστοτητα U+05D0* 5 εσθοντες BU+05D0*c. ᵇ] κατεσθοντες U+05D0c.a κατεσθι- οντες RT (καταισθ.) | βρωσει] pr εν T | θεον BU+05D0c.a] κυριον U+05D0* R 6 φο- βηθησονται BU+05D0*c. ᵇ] εφοβηθησαν U+05D0c. ᵃΤ εδειλιασαν R | φοβον] φοβω U+05D0c. ᵃ T ου] ω RT 7 Σειων T | αποστρεψαι] επιστρεψαι BᵇU+05D0T επιστρεψεν [sic] R* | Κυριον] τον θν U+05D0c.aRaT — Stich 15 BU+05D0 17 R 16 Τ LIII 2 Ζιφεους Τ | ειπειν BᵃᵇU+05D0RT | τω 3⁰] του R 3 κρινον] κρινεις U+05D0c.a (κρεινις) T | με 2⁰] μοι T 4 την προσευχην R* 5 ου] pr και U+05D0c.a (om U+05D0c. ᵇ) RT 7 τα κακα] πονηρα R* | τοις εχθροις] pr εν R* | εξολεθρευσον U+05D0R*T) 282
[*] (B) ἐξομολογήσομαι τῷ ὀνόματί σου, ὅτι ἀγαθόν·
ὅτι ἐκ πάσης θλίψεως ἐρύσω με. καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.
Εἰς τὸ τέλος, ἐν ϋμνοις· συνέσεως τῷ Δαυείδ.
Ἐνώτισαι, ὁ θεός, τὴν προσευχὴν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου,
πρόσχες μοι καὶ εἰσάκουσόν μου. ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην
ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ· ὅτι ἐξέκλιναν ἐπʼ ἐμέ ἀνομίαν, καὶ ἐν ἀργῇ ἐνεκότουν μοι.
ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπʼ ἐμέ·
καὶ εἶπα Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι καὶ καταπαύσω ;
ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ. διάψαλμα.
προσεδεχόμην τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ
καταπόντισον, κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει.