Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου,
  • καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
  • ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω,
  • καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός.
  • σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὰν ἐνώπιον σοῦ ἐποίησα·
  • ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου,
  • καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.