Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὄτι σὺ εὐλογεῖς δίκαιον.
  • [*](B)
  • Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.
  • Εἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης·
  • ψαλμὸς τῷ Δαυεἰδ.
  • Κύριε. μὴ τῷ θυμῷ σου ἐλέγξῃς με,
  • μηδέ τῇ ὀργῇ σου παιδεύσῃς με.
  • ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι·
  • ἴασαί με, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου.
  • καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα·
  • καὶ σύ, Κύριε, ἕως πότε ;
  • ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου.
  • σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου.
  • ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου·
  • ἐν δὲ τῷ ᾄδῃ τίς ἐξομολογήσεταί σοι ;
  • ἐκοπίασα ἐν τῷ στεναγμῷ μου,
  • λούσω καθʼ ἑκάστην νύκτα τὴν κλίνην μοι,
  • ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω.
  • ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου,
  • ἐπαλαιώθην ἐν πᾶσιν τοῖς ἐχθροῖς μου.
  • ἀπόστητε ἀπʼ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
  • ὅτι εἰσήκουσεν Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου·
  • εἰσήκουσεν Κύριος τῆς δεήσεώς μου,
  • Κύριος τὴν προσευχήν μου προσεδέξατο.
  • αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου,
  • ἐπιστραφείησαν καὶ αἰσχυνθείησαν σφόδρα διὰ τάχους.
  • Ψαλμὸς τῷ Δαυείδ, ὃν ἦσεν τῷ κυρίῳ
  • ὐπὲρ τῶν λόγων Χουσεὶ υίοῦ Ἰεμενεί.
  • Κύριε ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα·
  • σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με,
  • [*](13 ευλογεις] ευλογησεις U+05D0R | δικαιον] pr τον R* Stich 30 BU+05D0A 29 R U+05D0AR VI 1 om εν υμνοις A 3 με 2°] + κε U+05D0AR 8 πασι U+05D0 | εχθροις] χθρο ς sup ras A¹ 9—10 om της φωνης...Κυριος (3°) U+05D0* (hab U+05D0c.ᵃ) 10 εισηκουσεν] ηκουσεν U+05D0c.ᵃA 11 αισχυνθειησαν 1°] αισχυνθητωσαν R | ταραχθειησαν] εντραπετωσαν R | om σφοδρα 1° BcU+05D0c.a R | επιστραφειησαν] αποστραφειησαν (-φιησαν A) εις τα οπισω U+05D0A αποστραφητωσαν R | αισχυν- θειησαν 2°] καταισχυνθειησαν U+05D0c.a A (-θιησαν) καταισχυνθητωσαν R — Stich 21 BR 20 U+05D0A VII 1 ησεν] ηνεσεν Ra vid | Χουσι A | Ιεμενι A hiat R)
    218

  • μή ποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου,
  • μὴ ὄντος λυτρουμένου μηδὲ σώζοντος.
  • Κύριε ὁ θεός μου, εἰ ἐποίησα τοῦτο,
  • εἰ ἔστιν ἀδικία ἐν χερσίν μου,
  • εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσίν μοι κακά,
  • ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός·
  • καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι,
  • καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου,
  • καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. διάψαλμα.
  • ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου,
  • ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου·
  • ἐξεγέρθητι, Κύριε ὁ θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω.
  • καὶ συναγωγὴ λαῶν κυκλώσει σε·
  • καὶ ὑπέρ ταύτης εἰς ὕψος ἐπίστρεψον.