Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ταῦτα ἐποίησας καὶ ἐσίγησα,
  • ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος·
  • ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου.
  • σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ θεοῦ,
  • μή ποτε ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ῥυόμενος.
  • θυσία αἰνέσεως δοξάσει με,
  • καὶ ἐκεῖ ὁδὸς ᾗ δείξω αὐτῷ τὸ σωτήριον τοῦ θεοῦ.