Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • κλινῶ εἰς παραβολὴν τὸ οὖς μου,
  • ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου.
  • ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ;
  • ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με,
  • οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν
  • καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι.
  • ἀδελφὸς οὐ λυτροῦται λυτρώσεται ἄνθρωπος;
  • οὐ δώσει τῷ θεῷ ἐξίλασμα αὐτοῦ,
  • καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ·
  • καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα,
  • καὶ ζήσεται εἰς τέλος,
  • ὅτι οὐκ ὄψεται καταφθοράν,
  • ὅταν ἴδῃ σοφοὺς
  • ἀποθνήσκουτας.
  • ἐπὶ τὸ αὐτὸ ἄνους καὶ ἄφρων ἀπολοῦνται,
  • καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν.
  • καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα,
  • σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν·
  • ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν·
  • [*](14 om και καταδιελεσθε τας β. αυτης U+05D0* (hab κ. καταδιελεσθαι τ. β. αυτ. U+05D0ART U+05D0c.a) | διηγησεσθαι A 15 αιωνος] + αυτος ποιμανει ημας εις τους αιωνας U+05D0ART — Stich 28 BA 29 BA 30 RT XLVIII 1 om εις το τελος... Κορε A | ψαλμος] om T + τω Δαδ A 2 τα εθνη] α εθνη sup ras Aᵃ 3 οι υιοι] om οι RT 4 λαληση T | συνεσεις Bᵃ (-σιν B* ᵇ) 6 κυκλωση T 7 ουτων 1⁰] αυτου A*ᵛⁱᵈ (αυτωl [ω sup ras] Aᵃ) 8 λυτρουται] λυτρω- ται A | λυτρωσεται] λυτρωσηται T | αυτου] εαυτω R* εαυτου T 10 om οτι U+05D0c.ᵃA* (hab Aᵃ (ᵐᵍ)) T 11 αφρων και ανους U+05D0ART | καταλιψουσιν U+05D0A καταλειφωσιν T 12 om ουτων 5⁰ U+05D0c.aT)
    276
    [*](B)

  • καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν·
  • παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη
  • αὐτοῖς.
  • αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς,
  • καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐλογήσουσιν.
  • διάψαλμα.
  • ὡς πρόβατα ἐν ἅδῃ ἔθεντο, θάνατος ποιμαίνει αὐτούς·
  • καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωί,
  • καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ ἐκ τῆς δόξης
  • αὐτῶν.
  • πλὴν ὁ θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν
  • λαμβάνῃ με. διάψαλμα.
  • μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος.
  • καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ·
  • ὅτὶ οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήμψεται τὰ πάντα.
  • οὐδὲ συνκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ.
  • ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται.
  • ἐξομολογήσεταί σοι ὅταν ἀγαθύνῃς αὐτῷ.
  • εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ,
  • ἕως αἰῶνος οὐκ ὄψεται φῶς.
  • ἄνθρωπος ἐν τιμῇ ὧν οὐ συνῆκεν,
  • παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη
  • αὐτοῖς.
  • Ψαλμὸς τῷ Ἀσάφ.
  • Θεὸς θεῶν Κύριος ἐλάλησεν καὶ ἐκάλεσεν τὴν γῆν
  • ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν·
  • [*](U+05D0ART)[*](13 παρεσυνεβληθη U+05D0c.a AT | κτηνεσι U+05D0T 14 σκανδαλον αυτοις sup ras et in mg Aᵃ? | ευλογησουσιν] ευδοκησουσιν U+05D0c.ᵃART | om διαψαλμα A* (hab Aᵃ⁽ᵐᵍ)) 15 εθετο U+05D0 | ποιμανει BᵃᵇU+05D0ART | κατακυριευσωσιν A | βοηθια T | επαλαιωθη (παλαιωθησεται U+05D0c.a | εκ της δοξης inc stich in A | ουτων 3⁰] + εξωσθησαν U+05D0c.a AΤ 16 λυτρωσηται T | λαμβανει RᵛⁱᵈT | om διαψαλμα A 17 πλουτησει A | ανθρωπος] pr ο R* | και] η U+05D0c.aAT 18 om οτι ουκ...η δοξα αυτου U+05D0* (hab U+05D0c.a) | ληψεται Τ | συγκαταβ. Bᵃᵇ | αυτω] μετ αυτου R | αυτου] pr του οικου U+05D0c.aR 19 εξομολογηθησεται U+05D0* (- γησεται U+05D0¹) | αυτω] αυτον R 20 αιωνος] pr του R* 21 ανθρω- πος] pr και U+05D0ART | παρεσυνεβληθη AT | κτηνεσι RT — Stich 40 B 38 U+05D0 42 A 41 R 43 T XLIX 1 ψαλμος] pr εις το τελος A | Ασαφ) Δαδ AR | απο] απ U+05D0 | om και 2⁰ U+05D0c.aRT BΓ)
    277

  • ἐκ Σιὼν ἡ εὐπρεπία τῆς ὡραιότητος αὐτοῦ.
  • [*](B)

  • ὁ θεὸς ἐμφανῶς ἤξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται
  • πῦρ ἐναντίον αὐτοῦ καυθήσεται,
  • καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα.