Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὁ θρόνος σου, ὁ θεός, εἰς αἰῶνα αἰῶνος,
  • ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.
  • ἠγάπησας δικαιοσύνην καὶ ἐμἱσησας ἀνομίαν·
  • διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου,
  • ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
  • σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου,
  • ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν ηὔφρανάν σε.
  • θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου·
  • παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ
  • περιβεβλημένη πεποικιλμένη.
  • ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὗς σου,
  • καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου·
  • ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου,
  • ὅτι αὐτός ἐστιν ὁ κύριός σου.