Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καὶ προσκυνήσουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις.
  • τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς
  • πᾶσα ἡ δόξα αὐτῆς θυγατρὸς βασιλέως Ἑσεβών·
  • ἐν κροσωτοῖς χρυσοῖς περιβεβλημένη πεποικιλμένη.
  • [*](3 η χαρις] om η U+05D0c.aAT 4 om σου 3⁰ R* 6 τω σου πεσ. sup ras R¹ | U+05D0ART εν καρδια] ενωπιον R 7 αιωνα αιωνος] τον αι. του αι. U+05D0ART 8 ανο- μιαν] αδικιαν A 9 σμυρναν κ. στακτην κ. κασιαν (κασσ. R ) U+05D0c.aRT 10 βα- σιλεως A | πεποικιλμενοις U+05D0 12 οτι επεθυμησεν] και επιθυμησει U+05D0c.aAT | καλλουσου A | ο κυριος] om ο U+05D0c.a T o θεος R 13 προσκυνήσουσιν] -κυνησις U+05D0c.a -κυνησης T | αυτω] αυτον R* | θυγατεοες Τυρου] θυγατηρ Τυρου U+05D0* και θυγατηρ Τυρου U+05D0c.a T om Τυρου A*ᵛⁱᵈ (θυγα| T. Aᵃ) | λιτανευσωσιν T | om της γης U+05D0ART 14 αυτης θυγατρος B*U+05D0* R¹] της θυγατρος Bᵇ (αυ non inst) c.aAT αυτης θυγατερες R* | βασιλεως] pr του U+05D0c.aAT βασιλεων R* | Εσεβων] εσωθεν BᵃᵇU+05D0c.a ART | κροσσωτοις U+05D0c.a RT | πεποικιλμενοις U+05D0* (-νη U+05D0c.ᵃ))
    272
    [*](B)

  • ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς,
  • αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι·
  • ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει,
  • ἀχθήσονται εἰς ναὸν βασιλέως.
  • ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοί·
  • καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν.
  • μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ·
  • διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι
  • εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κόρε, ὑπὲρ τῶν
  • κρυφίων ψαλμός.
  • Ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις.
  • βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.
  • διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν
  • καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.
  • ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν,
  • ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. διάψαλμα.
  • τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ·
  • ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.
  • ὁ θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται
  • βοηθήσει αὐτῇ ὁ θεὸς τῷ προσώπῳ.
  • ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι·
  • ἔδωκεν φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ.
  • Κύριος τῶν δυνάμεων μεθʼ ἡμῶν,
  • ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ. διάψαλμα.