Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν,
  • μυκτηρισμὸν καὶ καταγέλωτα τοῖς κύκλῳ ἡμῶν·
  • [*](2 εργον ο] εργον ον R (nisi forte εργων ων) 3 εξωλοθρευσεν] εξωλεθρ. U+05D0ART B?U+05D0AR ...σεν T | εξεβαλας ART 4 εκληρονομησαν] κληρονομησασιν R* | ηυδοκησας T 5 ο εντελλ.] ει εντελλ. R 6 εξουθενωσομεν] εξουθενησομεν U+05D0* εξουδενωσομεν U+05D0c.aA *vid RT εξουδενωσωμεν (ω 2⁰ rescr) A¹ | επανισταννομενους A* (ras ν 1⁰ A?) επανισταμομενους R* επανισταμε- νους BcT 7 σωσει με] + (8) εσωσας γαρ ημας εκ των θλιβοντων ημας και τους μισουντας (μεισ. U+05D0Τ) ημας κατησχυνας Bᵇ⁽ᵛⁱᵈ)U+05D0ART 9 επαι- νεθησομεθα U+05D0c.ᵃA (επενεθ.) T | εξομολογησωμεθα T | om διαψαλμα AT 10 κατησχυνας] εξουδενωσας R* | εξελευση] + ο θς U+05D0c.a ART 13 ουτων] ημων U+05D0c.ᵃART 14 ονειδος] pr εις A 14—15 om μυκτηρισμον... εθνεσιν U+05D0* (hab U+05D0c.ᵃ) 14 καταγελωτα] χλευασμον U+05D0c.aART | ημων 2⁰] + και οι εχθροι ημων εμυκτηρισαν ημας (sup ras) A¹?a)
    270
    [*](B)

  • ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν,
  • κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς.
  • ὅλην τὴν ἡμέραν ἡ ἐντροπὴ μου κατεναντίον μού ἐστιν,
  • καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με,
  • ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος,
  • ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος.
  • ταῦτα πάντα ἦλθεν ἐφʼ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου.
  • καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου·
  • καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν,
  • καὶ ἐξέκλινας τοὺς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου.
  • ὄτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως,
  • καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου.
  • εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν,
  • καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον.
  • οὐχὶ ὁ θεὸς ἐκζητήσει ταῦτα;
  • αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας.
  • ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν,
  • ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
  • ἐξεγέρθητι· ἵνα τί ὑπνοῖς, κύριε
  • ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος.
  • ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις
  • ἐπιλανθάνῃ τῆς πτωχίας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν
  • ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν,
  • ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν.
  • ἀνάστα, Κύριε, βοήθησον ἡμῖν
  • καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου.
  • Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· τοῖς υἱοῖς
  • Κόρε εἰς σύνεσιν· ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ.
  • Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν,
  • λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ
  • ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.
  • [*](U+05D0ART)[*](15 κεφαλην Aᵃ? 16 κατεναντιον] κατενωπιον A 17 παραλαλουντος] καταλαλ. U+05D0c.ᵃAT | προσωπου] φοβου U+05D0* (προσ. U+05D0c.a) 18 διαθ.] pr τη R* 19 τας τριβους Bᵇ ᵛⁱdΤ 20 επεκαλυψεν] εκαλυψεν R 21 om του ονοματος A | χειρας] pr τας R* 23 ενεκεν U+05D0AT | προβατα] προτα U+05D0 24 απωση] απωσης ημας R 25 το προσ.] om το A | πτωχειας Bᵃᵇ 26 εις] ε sup ras Aᵃ? — Stich 55 BR 55 U+05D0 57 A XLIV 1 om εις το τελος...ωδη A om ωδη R | υπερ του αγαπητου sup ras Aa pr Δαδ A)
    271

  • ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων,
  • [*](B)
  • ἐξεχύθη ἡ χάρις ἐν χείλεσίν σου·
  • διὰ τοῦτο εὐλόγησέν σε ὁ θεὸς εἰς τὸν αἰῶνα.
  • περιζώσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, Δυνατέ,
  • τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου,
  • καὶ ἔντεινον, καὶ κατευοδοῦ καὶ βασίλευε
  • ἕνεκεν ἀληθείας καὶ πραύτητος καὶ δικαιοσύνης,
  • καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.
  • τὰ βέλη σου ἠκονημένα, Δυνατέ·
  • λαοὶ ὑποκάτω σου πεσοῦνται
  • ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.