Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
Κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ, ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ.
ἐγὼ εἶπα Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχὴν μου, ὅτι ἥμαρτόν σοι.
οἱ ἐχθροί μου εἶπαν κακά μοι Πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;
καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει
ἐπὶ τὸ αὐτὸ κατʼ ἐμοῦ. ἐψιθύριζον πάντες οἱ ἐχθροί μου κατʼ ἐμοῦ· ἐλογίζοντο κακά μοι·
λόγον παράνομον κατέθεντο κατʼ ἐμοῦ Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι
καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφʼ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπʼ ἐμὲ πτερνισμόν.
σῦ δέ, Κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς.
ἐν τούτῳ ἔγνων ὅτι τεθέληκας με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπʼ ἐμέ
ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς αἰῶνα.
εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο. [*] (U+05D0ART) [*] (4 βοηθησει AR βοηθηση T 6 ειπαν] ειπον T | κακα] πονηρα R* 7 ει Bᵃᵇ (η B*) U+05D0*] om U+05D0c.ᵃART | εισεπορευοντο R* | om ματην ελαλει B* (hab Bᵃᵇ) | αυτου] ουτων R* | συνηγαγον R* | εαυτω] αυτω A εαυτοις R* | εξεπορευετο] και εξεπορευοντο R | ελαλει 8 επι το αυτο inc stich in ART | om κατ εμου 2⁰ U+05D0* (hab U+05D0c.a) inc stich in AFT | κακα μοι] μοι πονηρα R 10 ηλπισα] επηλπισα R | ο εσθιων] ος εσθιων Rvid | αρ- τους] pr τους R* 11 αναστησομαι B*ᵛⁱᵈ (αναστησον [Bᵃ] με Bᵃᵇ) 12 τεθεληκας] ηθελησας U+05D0* (τεθ. U+05D0c.a) | οτι 2⁰] οτε R*ᵛⁱᵈ | ἐπιχαιρη A?ᵛⁱᵈ 13 ακακιαν] + μου R* | αντελεβου] αντιλαβου (sic) μου R | εβεβαιωσας] στε- ρεωσας R* | αιωνα] pr τον U+05D0ART 14 Ισραηλ] pr του R* | εις τον αιωνα] εως του αιωνος R — Stich 26 BAT 24 U+05D0 27 R) 267
[*] (B)
Εἰς τὸ τέλος· εἰς σύνεσιν τοῖς υἱοῖς Κόρε.
Ὃυ τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχὴ μου πρὸς σέ, ὁ θεός.
ἐδίψησεν ἡ ψυχὴ μου πρὸς τὸν θεὸν τὸν ζῶντα· πότε ἤξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ;
ἐγενήθη τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτός, ἐν τῷ λέγεσθαί μοι καθʼ ἑκάστην ἡμέραν Ποῦ ἐστιν ὁ θεός σου;
ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπʼ ἐμὲ τὴν ψυχήν μου· ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως, ἤχου ἑορταζοντων.
ἵνα τί περίλυπος εἶ, ἡ ψυχή, καὶ ἵνα τί συνταράσσεις με;¶ [*] (¶T) ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σαωτήριον τοῦ προσώπου μου ὁ θεός μου.
πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη· διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρμωνιείμ, ἀπὸ ὄρους μικροῦ.
ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρακτῶν σου· πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπʼ ἐμὲ διῆλθον.
ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς δηλώσει· παρʼ ἐμοὶ προσευχὴ τῷ θεῷ τῆς ζωῆς μου.