Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
267
[*](B)Εἰς τὸ τέλος· εἰς σύνεσιν τοῖς υἱοῖς Κόρε. Ὃυ τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχὴ μου πρὸς σέ, ὁ θεός. ἐδίψησεν ἡ ψυχὴ μου πρὸς τὸν θεὸν τὸν ζῶντα· πότε ἤξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ; ἐγενήθη τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτός, ἐν τῷ λέγεσθαί μοι καθʼ ἑκάστην ἡμέραν Ποῦ ἐστιν ὁ θεός σου; ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπʼ ἐμὲ τὴν ψυχήν μου· ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως, ἤχου ἑορταζοντων. ἵνα τί περίλυπος εἶ, ἡ ψυχή, καὶ ἵνα τί συνταράσσεις με;¶ [*](¶T)ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σαωτήριον τοῦ προσώπου μου ὁ θεός μου. πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη· διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρμωνιείμ, ἀπὸ ὄρους μικροῦ. ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρακτῶν σου· πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπʼ ἐμὲ διῆλθον. ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς δηλώσει· παρʼ ἐμοὶ προσευχὴ τῷ θεῷ τῆς ζωῆς μου. ἐρῶ τῷ θεῷ Ἀντιλήμπτωρ μου εἶ, διὰ τί μου ἐπελάθου; ἴνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου; [*](XLI 1 Κορε] + ψαλμος τω Δαδ A* ψαλμος RT 3 τον θεον] + τον U+05D0ART ισχυρον BcU+05D0c.aAT 4 εγενηθη] μοι R | μου] + μοι U+05D0c.ᵃ+ εμοι AT 5 διελευσομαι] εισελευσομαι R* | εν τοπω] εις τοπον R | σκηνης] σκηνωμα- τος R | θαυμαστως R* | ηχους ART | εορταζοντος U+05D0c.a ART 6 ψυχη] + μου U+05D0c.aART | τον θεον] Κυριον R* | μου 1⁰] σου U+05D0* (μου U+05D0c.a) | ο θεος] pr και U+05D0c.ᵃAR 7 σου] + κε U+05D0* (om U+05D0c.a) AR* | Ιορδαννου R | Ερνω- μειν R*ᵛⁱᵈ 8 φωνας R* (φωνην R¹) 9 νυκτος] εν νυκτι R* | δη- λωσει] ωδη αυτω U+05D0c.a ω. αυτου A | om παρ εμοι U+05D0* (hab U+05D0c.a sed ipse rursus del vid) c praec coniung A | εμοι] εμαυτου R 10 om ει A | επελαθου (ε 2⁰ sup ras B?)] + ινα τι απωσω με R | ινα τι] pr και U+05D0c.a AR | om μου 3° U+05D0c.a)ἐν τῷ καταθλάσαι τὰ ὀστᾶ μου ὠνείδισάν με οἱ θλίβοντές με, ἐν τῷ λέγειν αὐτοὺς μοι καθʼ ἑκάστην ἡμέραν Ποῦ ἐστιν ὁ θεός σου ; ἵνα τί περίλυπος εἶ, ἡ ψυχή, καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· ἡ σωτηρία τοῦ προσώπου μου ὁ θεός μου.
268
[*](B)