Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν Κύριος τὸν ὅσιον αὐτοῦ·
  • Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
  • ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε·
  • ἃ λέγετε ἐν καρδία, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε.
  • διάψαλμα.
  • θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον.
  • πολλοὶ λέγουσιν Τίς δείξει ἡμῖν τὰ ἀγαθά ;
  • ἐσημειώθη ἐφʼ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε·
  • ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου,
  • ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.
  • ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω·
  • ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπὶ ἐλπίδι κσυῴκισάς με.
  • [*](4 om Κυριε A | μου 2°] μοι R | υψων την κεφ.] ν την κε sup ras Aᵃ? vid U+05D0AR 5 επηκουσεν] εισηκουσεν AR 6 εγω] + δε A | αντελαβετο U+05D0* (αντιλημψ. U+05D0c.a) 7 κυκλων A | συνεπιτιθεμενων U+05D0AR 8 του (sic) εχθραινοντας (αιν (ι sup ras] Aᵃ vid) A — Stich 16 B 15 U+05D0AR IV 1 εν ψαλμοις] μος AR | om ωδη A ωδης R | τω Δ.] του Δ. R 3 βαρυκαρδιοι] υ sup ras 2 forte litt Aa | ματαιο- τητας A 5 καρδια] ταις διαις υμων BᵃᵇU+05D0AR | επι] pr και R | κατανοιγητε A 9 κοιμηθησομαι] ο sup ras Aᵃ | επι 2°] επ AR — Stich 16 BU+05D0A 17 R)
    216
    [*](B)

  • Εἰς τὸ τέλος, ὐπὲρ τῆς κληρονομούσης·
  • ψαλμὸς τῷ Δαυείδ.
  • Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε,
  • σύνες τῆς κραυγῆς μου,
  • πρόσχες τῆς φωνῆς τῆς δεήσεώς μου.
  • ὁ βασιλεύς μου καὶ ὁ θεός μου·
  • ὅτι πρὸς σέ προσεύξομαι, Κύριε.
  • τὸ πρωὶ εἰσακούσῃ τῆς φωνῆς μου·
  • τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐπόψομαι.
  • ὅτι οὐχὶ θεὸς θέλων ἀνομίαν σὺ εἶ
  • οὐδὲ παροικήσει σοι πονηρευόμενος.
  • οὐ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου·
  • ἐμίσησας, Κύριε, πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.