Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • τοῦ ποιῆσαι τὸ θέλημά σου ὁ θεός μου ἐβουλήθην,
  • καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς καρδίας μου.
  • εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ·
  • ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω.
  • Κύριε, σὺ ἔγνως
  • τὴν δικαιοσύνην μου·
  • οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου τὴν ἀλήθειάν σου.
  • καὶ τὸ σωτήριόν σου εἶπα·
  • οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς
  • πολλῆς.
  • [*](U+05D0ART)[*](XXXIX 1 ψαλμος τω Δ. A 3 λακου T | απο] υπο A | υλεως B*ART ϊλῦος B?⁽ᵐᵍ) | κατευθυνεν U+05D0 4 πολλοι] δικαιοι R 5 ελπις] pr η R | ενε- βλεψεν B*ᵇAᵇ] επεβλεφεν BᵃU+05D0RT 6 ομοιωθησεται BU+05D0AT] ομοιος R + σοι BT 7 ολοκαυτωματα ART | ητησας] εζητησας U+05D0ART 9 εβουληθην B*U+05D0T] ηβουληθην BᵃᵇA εθελησα R | καρδιας] κοιλιας U+05D0AT 10 δικαιο- συνην] την δ. σου R* 11 την δικ. inc stich in ART | μου 1⁰ B*ᵇ] σου BᵃU+05D0c.aART | την αληθειαν (1⁰) inc stich in ABT | ειπα] ειπον T)
    265

  • σὺ δέ, Κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπʼ ἐμοῦ·
  • [*](B)
  • τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου.
  • ὅτι περιέσχον με κακὰ ὧν οὐκ ἔστιν ἀριθμός,
  • κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνάσθην τοῦ βλέπειν·
  • ἐπληθύνθησαν ὑπέρ τὰς τρίχας τῆς κεφαλῆς μου,
  • καὶ ἡ καρδία μου ἐνκατέλιπέν με.
  • εὐδόκησον, Κύριε, τοῦ ῥύσασθαί με·
  • Κύριε, εἰς τὸ βοηθῆσαί μοι πρόσχες.
  • καταισχυνθείησαν καὶ ἐντραπείησαν ἄμα οἱ ζητοῦντες τὴν ψυχὴν
  • μου τοῦ ἐξᾶραι αὐτήν·
  • ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ ἐντραπείησαν οἱ θέλοντές
  • μοι κακά.
  • κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι
  • Εὖγε εὖγε.
  • ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές
  • σε, Κύριε,
  • καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ κύριος.
  • οἱ ἀγαπῶντες τὸ σωτήριόν σου διὰ παντός.
  • ἐγὼ δὲ πτωχὸς καὶ πένης εἰμί, Κύριος φροντιεῖ μου·
  • βοηθός μου καὶ ὑπερασπιστής μου σὺ εἶ ὁ θεός μου, μὴ
  • χρονίσῃς.
  • Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.
  • Μακάριος ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα,
  • ἐν ἡμέρᾳ πονηρῷ ῥύσεται αὐτὸν ὁ κύριος.