Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καταισχυνθείησαν καὶ ἐντραπείησαν ἄμα οἱ ζητοῦντες τὴν ψυχὴν
  • μου τοῦ ἐξᾶραι αὐτήν·
  • ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ ἐντραπείησαν οἱ θέλοντές
  • μοι κακά.
  • κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι
  • Εὖγε εὖγε.
  • ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές
  • σε, Κύριε,
  • καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ κύριος.
  • οἱ ἀγαπῶντες τὸ σωτήριόν σου διὰ παντός.
  • ἐγὼ δὲ πτωχὸς καὶ πένης εἰμί, Κύριος φροντιεῖ μου·
  • βοηθός μου καὶ ὑπερασπιστής μου σὺ εἶ ὁ θεός μου, μὴ
  • χρονίσῃς.
  • Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.
  • Μακάριος ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα,
  • ἐν ἡμέρᾳ πονηρῷ ῥύσεται αὐτὸν ὁ κύριος.
  • Κύριος φυλάξαι αὐτόν, καὶ μακαρίσαι αὐτὸν ἐν τῆ γῇ,
  • καὶ μὴ παραδοῖ αὐτὸν εἰς χεῖρας ἐχθροῦ αὐτοῦ.
  • [*](12 αντιλαβοιντο A λαβετο R*ᵛⁱᵈ αντελαβοιντο (sic) T 13 ουκ ηδυ- U+05D0ART νασθην Bᵃᵇ (-θη B*)] ουκ δυνηθην U+05D0ARᵃ ᵛⁱᵈT ου μη δυνηθην (sic) R* | εγ- κατελιπεν BᵃbU+05D0 εγκατελειπεν A ενκατελειπεν T 14 προσχες] σπευσον AT προσθες Rᵛⁱᵈ 15 αποστραφειησαν] αποστραφητωσαν R* | εντραπειη- σαν 2⁰] καταισχυνθιησαν U+05D0c.ᵃ (εντραπ. U+05D0c.ᵇ) (? B) καταισχυνθειησαν A (? R) T 16 κομισατωσαν R* 17 αγαλλειασοιντο A αγαλλιασθωσαν T | σου] αυτου R | om δια παντος 2⁰ U+05D0ART 18 ειμι και πενης AR (ειμι sup ras Rᵃ) T | Κυριος] pr ο AT | μου 1⁰] μοι R* | ει συ U+05D0T ει σοι A ει συ ει R | ο θεος μου] Κυριε R κε T — Stich 43 BR 42 U+05D0 47 A 44 T XL 2 ο κυριος] om ο U+05D0R* 3 φυλαξαι] διαφυλαξαι U+05D0ART | αυτον 1⁰] + και ζησαι αυτον U+05D0ΑRT | παραδωη U+05D0AR παραθω Γ | εκθρου) εκθοων U+05D0AT των εχθρων R)
    266
    [*](B)

  • Κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ,
  • ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ.
  • ἐγὼ εἶπα Κύριε, ἐλέησόν με·
  • ἴασαι τὴν ψυχὴν μου, ὅτι ἥμαρτόν σοι.
  • οἱ ἐχθροί μου εἶπαν κακά μοι
  • Πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;
  • καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει·
  • ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ,
  • ἐξεπορεύετο ἔξω καὶ ἐλάλει
  • ἐπὶ τὸ αὐτὸ κατʼ ἐμοῦ.
  • ἐψιθύριζον πάντες οἱ ἐχθροί μου κατʼ ἐμοῦ·
  • ἐλογίζοντο κακά μοι·
  • λόγον παράνομον κατέθεντο κατʼ ἐμοῦ
  • Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι
  • καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφʼ ὃν ἤλπισα,
  • ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπʼ ἐμὲ πτερνισμόν.