Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
[*] (Β)
Εἰς τὸ τέλος· τῷ Δαυεὶδ ψαλμὸς
Ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχεν μοι καὶ εἰσήκουσεν τῆς δεήσεως μου·
καὶ ἀνήγαγέν με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος, καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνεν τὰ διαβήματά μου·
καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν, ὕμνον τῷ θεῷ ἡμῶν· ὄψονται πολλοὶ καὶ φοβηθήσονται, καὶ ἐλπιοῦσιν ἐπὶ Κύριον.
μακάριος ἀνὴρ οὗ ἐστιν τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ, καὶ οὐκ ἐνέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς.
πολλὰ ἐποίησας σύ, Κύριε ὁ θεός μου, τὰ θαυμάσιά σου. καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστιν τίς ὁμοιωθήσεται· ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπέρ ἀριθμόν.
θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δέ κατηρτίσω μοι· ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας.
τότε εἶπον Ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ·
τοῦ ποιῆσαι τὸ θέλημά σου ὁ θεός μου ἐβουλήθην, καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς καρδίας μου.
εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ· ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω. Κύριε, σὺ ἔγνως
τὴν δικαιοσύνην μου· οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου τὴν ἀλήθειάν σου. καὶ τὸ σωτήριόν σου εἶπα· οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς. [*] (U+05D0ART) [*] (XXXIX 1 ψαλμος τω Δ. A 3 λακου T | απο] υπο A | υλεως B*ART ϊλῦος B?⁽ᵐᵍ) | κατευθυνεν U+05D0 4 πολλοι] δικαιοι R 5 ελπις] pr η R | ενε- βλεψεν B*ᵇAᵇ] επεβλεφεν BᵃU+05D0RT 6 ομοιωθησεται BU+05D0AT] ομοιος R + σοι BT 7 ολοκαυτωματα ART | ητησας] εζητησας U+05D0ART 9 εβουληθην B*U+05D0T] ηβουληθην BᵃᵇA εθελησα R | καρδιας] κοιλιας U+05D0AT 10 δικαιο- συνην] την δ. σου R* 11 την δικ. inc stich in ART | μου 1⁰ B*ᵇ] σου BᵃU+05D0c.aART | την αληθειαν (1⁰) inc stich in ABT | ειπα] ειπον T) 265
σὺ δέ, Κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπʼ ἐμοῦ· [*] (B) τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου.
ὅτι περιέσχον με κακὰ ὧν οὐκ ἔστιν ἀριθμός, κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνάσθην τοῦ βλέπειν· ἐπληθύνθησαν ὑπέρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ ἡ καρδία μου ἐνκατέλιπέν με.
εὐδόκησον, Κύριε, τοῦ ῥύσασθαί με· Κύριε, εἰς τὸ βοηθῆσαί μοι πρόσχες.
καταισχυνθείησαν καὶ ἐντραπείησαν ἄμα οἱ ζητοῦντες τὴν ψυχὴν μου τοῦ ἐξᾶραι αὐτήν· ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ ἐντραπείησαν οἱ θέλοντές μοι κακά.
κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι Εὖγε εὖγε.
ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, Κύριε, καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ κύριος. οἱ ἀγαπῶντες τὸ σωτήριόν σου διὰ παντός.
ἐγὼ δὲ πτωχὸς καὶ πένης εἰμί, Κύριος φροντιεῖ μου· βοηθός μου καὶ ὑπερασπιστής μου σὺ εἶ ὁ θεός μου, μὴ χρονίσῃς.