Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἄνες μοι ἵνα ἀναψύξω
  • πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι μὴ ὑπάρξω.
  • [*](5 om μου 2⁰ A 6 παλαιας B*U+05D0*R] παλαιστας BᵃᵇU+05D0c.a παλεστας AT | U+05D0ART ουθεν U+05D0c.a ART | συνπαντα U+05D0AR | om διαψαλμα T 7 διαπορευεται] post δ ras 1 lit A | ταρασσεται BU+05D0bU+05D0c.a RT | om ου R* (hab Rᵃ) | συναξει] συναγει (γ sup ras) Aᵃ 8 ο κυριος] om ο U+05D0c.a R*T | σου] σοι Bb 9 ρυσαι] καθαρισον U+05D0* (ρυσαι U+05D0c.a) 10 οτι] ουχι R* | ει ο ποιησας] εποιησας U+05D0c.aART | om με U+05D0c. ᵛⁱᵈ T 11 απο] + γαρ U+05D0c.aAT | om τ. χειρος R* | εξελειπον AT 12 αυτου] μου R | om ταρασσεται U+05D0AT | ανθρωπος] + ζων R* | om διαψαλμα AT 13 μου 1⁰] + κε U+05D0ART | μου 2⁰] + ενωτισαι U+05D0c.a (ipse rursus del) | των δακρυων] τα δακρυα R | παρασιωπησης (-πησησης U+05D0)] + απ εμου R | ειμι εγω U+05D0* (εγω ειμι U+05D0c.a) | εν τη γη] παρα σοι U+05D0AT παρα σου R 14 μη] pr ου AT — Stich 32 BR 30 U+05D0 33 AT)
    264

    [*](Β)

  • Εἰς τὸ τέλος· τῷ Δαυεὶδ ψαλμὸς
  • Ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχεν μοι
  • καὶ εἰσήκουσεν τῆς δεήσεως μου·
  • καὶ ἀνήγαγέν με ἐκ λάκκου ταλαιπωρίας
  • καὶ ἀπὸ πηλοῦ ἰλύος,
  • καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου,
  • καὶ κατηύθυνεν τὰ διαβήματά μου·
  • καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν,
  • ὕμνον τῷ θεῷ ἡμῶν·
  • ὄψονται πολλοὶ καὶ φοβηθήσονται, καὶ ἐλπιοῦσιν ἐπὶ Κύριον.
  • μακάριος ἀνὴρ οὗ ἐστιν τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ,
  • καὶ οὐκ ἐνέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς.
  • πολλὰ ἐποίησας σύ, Κύριε ὁ θεός μου, τὰ θαυμάσιά σου.
  • καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστιν τίς ὁμοιωθήσεται·
  • ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπέρ ἀριθμόν.
  • θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας,
  • σῶμα δέ κατηρτίσω μοι·
  • ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας.
  • τότε εἶπον Ἰδοὺ ἥκω,
  • ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ·
  • τοῦ ποιῆσαι τὸ θέλημά σου ὁ θεός μου ἐβουλήθην,
  • καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς καρδίας μου.
  • εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ·
  • ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω.
  • Κύριε, σὺ ἔγνως
  • τὴν δικαιοσύνην μου·
  • οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου τὴν ἀλήθειάν σου.
  • καὶ τὸ σωτήριόν σου εἶπα·
  • οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς
  • πολλῆς.
  • [*](U+05D0ART)[*](XXXIX 1 ψαλμος τω Δ. A 3 λακου T | απο] υπο A | υλεως B*ART ϊλῦος B?⁽ᵐᵍ) | κατευθυνεν U+05D0 4 πολλοι] δικαιοι R 5 ελπις] pr η R | ενε- βλεψεν B*ᵇAᵇ] επεβλεφεν BᵃU+05D0RT 6 ομοιωθησεται BU+05D0AT] ομοιος R + σοι BT 7 ολοκαυτωματα ART | ητησας] εζητησας U+05D0ART 9 εβουληθην B*U+05D0T] ηβουληθην BᵃᵇA εθελησα R | καρδιας] κοιλιας U+05D0AT 10 δικαιο- συνην] την δ. σου R* 11 την δικ. inc stich in ART | μου 1⁰ B*ᵇ] σου BᵃU+05D0c.aART | την αληθειαν (1⁰) inc stich in ABT | ειπα] ειπον T)
    265

  • σὺ δέ, Κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπʼ ἐμοῦ·
  • [*](B)
  • τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου.
  • ὅτι περιέσχον με κακὰ ὧν οὐκ ἔστιν ἀριθμός,
  • κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνάσθην τοῦ βλέπειν·
  • ἐπληθύνθησαν ὑπέρ τὰς τρίχας τῆς κεφαλῆς μου,
  • καὶ ἡ καρδία μου ἐνκατέλιπέν με.
  • εὐδόκησον, Κύριε, τοῦ ῥύσασθαί με·
  • Κύριε, εἰς τὸ βοηθῆσαί μοι πρόσχες.
  • καταισχυνθείησαν καὶ ἐντραπείησαν ἄμα οἱ ζητοῦντες τὴν ψυχὴν
  • μου τοῦ ἐξᾶραι αὐτήν·
  • ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ ἐντραπείησαν οἱ θέλοντές
  • μοι κακά.
  • κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι
  • Εὖγε εὖγε.
  • ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές
  • σε, Κύριε,
  • καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ κύριος.
  • οἱ ἀγαπῶντες τὸ σωτήριόν σου διὰ παντός.
  • ἐγὼ δὲ πτωχὸς καὶ πένης εἰμί, Κύριος φροντιεῖ μου·
  • βοηθός μου καὶ ὑπερασπιστής μου σὺ εἶ ὁ θεός μου, μὴ
  • χρονίσῃς.
  • Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.