Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος· τῷ δούλῳ Κυρίου τῷ Δαυείδ.
  • Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ,
  • οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ·
  • [*](U+05D0AR)[*](19 επιχαριησαν B*U+05D0A (επιχαρειησ. Bᵃᵇ) | ματαιως] αδικως U+05D0AR | om με A 20 οργην U+05D0AR 21 επλατυνα A | ειπον A | ειδαν] ιδον U+05D0 (? R) ειδον A (? B) 22 om Κυριε 2⁰ A* (hab κε A?⁽ᵐᵍ⁾) 23 om Κυριε U+05D0c. ᵃ | om και προσχες R 24 με] μοι A | om Κυριε 1⁰ U+05D0 | την] μεν R* | δικαιοσυνην] ελεημοσυνην U+05D0* (δικ. U+05D0c.ᵃ) | σου] μου R | επιχαριησαν B* (επιχαρειησ. BᵃᵇU+05D0 επιχαρησαν [sic] A) | μοι] + οι εχθροι μου U+05D0* (om U+05D0c.a) R* 25 ειπαισαν bis Bᵃᵇ (ειπεσαν B*U+05D0*)] ειποισαν U+05D0c.aAR | τη ψυχη BU+05D0*A] η ψ. U+05D0c.a R* | καταπιωμεν Bᵛⁱᵈ 26εντραπιησαν B* U+05D0A (εντραπειησ. Bᵃᵇ) 27 αγαλλιασοιντο A | ευφραν- θειησαν] + επι σοι A | μεγαλυνθητω U+05D0AR | ο κυριος] ο θς U+05D0* (ο κς U+05D0c.a 28 τον επαινον BU+05D0Aᵃ? (ο επαινος A*)] την αινεσιν R — Stich 59 BR 6o U+05D0 64 A XXXV 1 om τω δουλω Κυριου A | τω Δ.] + ψαλμος A)
    257

  • ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ
  • [*](B)
  • τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι.
  • τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος,
  • οὐκ ἐβουλήθη συνιέναι τοῦ ἀγαθῦναι.
  • ἀνομίαν ἐλογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ,
  • παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ,
  • τῇ δὲ κακίᾳ οὐ προσώχθισεν.
  • Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου,
  • καὶ ἡ δικαιοσύνη ὡσεὶ ὄρη θεοῦ,
  • καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν·
  • τὰ κρίματά σου ὡσεὶ ἄβυσσος πολλή.
  • ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε,
  • ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ θεός·
  • οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου
  • ἐλπιοῦσιν.
  • μεθυσθήσονται ἀπὸ πιότητος τοῦ οἴκου σου,
  • καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς.
  • ὅτι παρὰ σοὶ πηγὴ ζωῆς.
  • ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
  • παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε,
  • καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ.
  • μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας,
  • καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσαι με.
  • ἐκεῖ ἔπεσον πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
  • ἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στῆναι.