Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα·
  • ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήμψεταί μου.
  • οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ
  • τῶν κύκλῳ ἐπιτιθεμένων μοι.
  • ἀνάστα, Κύριε, σῶσόν με ὁ θεός μου·
  • ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως
  • ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
  • τοῦ κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
  • Εἰς τὸ τέλος, ἐν ψαλμοῖς· ᾠδὴ τῷ Δαυείδ.
  • Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης
  • μου,
  • ἐν θλίψει ἐπλάτυνάς μοι·
  • οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου.
  • υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι ;
  • ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος ; διἁψαλμα.
  • καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν Κύριος τὸν ὅσιον αὐτοῦ·
  • Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
  • ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε·
  • ἃ λέγετε ἐν καρδία, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε.
  • διάψαλμα.
  • θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον.
  • πολλοὶ λέγουσιν Τίς δείξει ἡμῖν τὰ ἀγαθά ;
  • ἐσημειώθη ἐφʼ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε·
  • ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου,
  • ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.
  • ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω·
  • ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπὶ ἐλπίδι κσυῴκισάς με.