Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ψαλμὸς τῷ Δαυείδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ
  • προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ.
  • Κύριε, τί ἐπληθύνθησαν οἱ θλἰβοντές με ;
  • πολλοὶ ἐπανίστανται ἐπʼ ἐμέ·
  • πολλοὶ λέγουσιν τῇ ψυχῇ μου
  • Οὐκ ἔστιν σωτηρία ἐν τῷ θεῷ αὐτοῦ. διάψαλμα.
  • [*](U+05D0AR)[*](3 αποριψ. Ra 4 ενγελασεται A | εκμυκτεριει A 5 post ταραξει ras 1 lit ( forte ς) A? | αυτους 2°] ς rescr Aᵃ vid 6 κατεσταθην] + βασιλευς ARᵃ | Σιων Bᵇ 7 διαγγελων A | γεγεννκα A* (η superscr Aᵃ?) 8 περα A 9 ως] pr και A | σκευη U+05D0c.aARᵃ 12 δραξεσθε R* (- ασθε Rᵃ) | παιδειας] παιδιας U+05D0 παιδειαν (?παιδιαν) R | Κυριος] pr ο R | ενκαυθη Rᵃ | αυτω] αυτον R — Stich 27 BU+05D0A 19 R III 1 om ψαλμος A | απε- διδρασκε R 2 επανιστανται] επανισταντο U+05D0c.ᵃ επανεστησαν A 3 σω- τηρια] + αυτω A + αυτου R)
    215

  • σὺ δέ, Κύριε, ἀντιλήμπτωρ μου εἶ,
  • [*](B)
  • δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.
  • φωνῇ μου πρὸς Κύριον ἐκέκραξα,
  • καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ. διάψαλμα.
  • ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα·
  • ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήμψεταί μου.
  • οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ
  • τῶν κύκλῳ ἐπιτιθεμένων μοι.
  • ἀνάστα, Κύριε, σῶσόν με ὁ θεός μου·
  • ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως
  • ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
  • τοῦ κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.