Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Κύριε, ἐν τῷ θελήματί σου παράσχου τῷ κάλλει μου δύναμιν·
  • ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος.
  • πρὸς σέ, Κύριε, κεκράξομαι,
  • καὶ πρὸς τὸν θεόν μου δεηθήσομαι.
  • τίς ὠφελία ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν ;
  • μὴ ἐξομολογήσεταί σοι χοῦς.
  • ἡ ἀναγγελεῖ τὴν ἀλήθειάν σου;
  • ἤκουσεν Κύριος καὶ ἠλέησέν με,
  • Κύριος ἐγενήθη βοηθός μου.
  • ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί,
  • διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην,
  • ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ.
  • Κύριε ὁ θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.
  • Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ, ἐκστάσεως.
  • Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα·¶
  • [*](¶ T)
  • ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με.
  • κλῖνον πρὸς μέ τὸ οδς σου,
  • τάχυνον τοῦ ἐξελέσθαι με·
  • γενοῦ μοι εἰς θεὸν ὑπερασπιστήν,
  • καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με.