Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου.
  • καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωὴν μου·
  • ὧν ἐν χερσὶν ἀνομίαι,
  • ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.
  • ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην·
  • λύτρωσαί με καὶ ἐλέησόν με.
  • ὁ γὰρ πούς μου ἔστη ἐν εὐθύτητι·
  • ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε.
  • [*](U+05D0ARU)[*](XXV 1 του Δ.] ψαλμος τω Δ. U | om μου R | σαλευθω] ασθενησω U+05D0ΑR 2 om δοκιμασον...2⁰ με U+05D0* (hab δοκ. με κε και πιρασον με U+05D0c.a) πειρασον Bᵃᵇ (πιρ. B*)] περασον U | καρδια 3 μου] σου A | ευηρεστησα] + σοι U 4 ματαιοτητας A | εισηλ|θω U 5 εκκλησια U 6 σου] + κε U+05D0ARU 7 φωνην] pr την U+05D0c.a (ras U+05D0c.b?) | αινεσεως] ενεως σου U 8 ευπρεπειαν BᵃᵇA U 9 συναπωλεσης U 10 ων] ω U | ανομιαι] ανομια U+05D0* αι (ε A) ανομιαι U+05D0c.aAR ανομιαν U | η δεξια] pr και R 11 ακακιαν U | με 1⁰] + κε U+05D0c.aA | με 2⁰] + Κυριε Rᵃ 12 om γαρ Bᵃ (ras) U+05D0c.aR | ευλογησω σε] ευλογησωσει U — Stich 24 BR 23 U+05D0)
    [*](B)
    243
  • Τοῦ Δαυείδ, πρὸ τοῦ χρισθῆναι.
  • §Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;
  • Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω;
  • ἐν τῷ ἐγγίζειν ἐπʼ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου,
  • οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.
  • ἐὰν παρατάξηται ἐπʼ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου·
  • ἐὰν ἐπαναστῇ ἐπʼ ἐμέ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.
  • μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω·
  • τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς
  • ζωῆς μου,
  • τοῦ θεωρεῖν με τὴν τερπνότητα τοῦ κυρίου
  • καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.
  • ὅτι ἔκρυψέν με ἐν σκηνῇ ἐν ἡμέρᾳ κακῶν μου·
  • ἐσκέπασέν με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ,
  • ἐν πέτρᾳ ὕψωσέν με.