Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν,
  • καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου.
  • οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος,
  • καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω.
  • ἐμίσησα ἐκκλησίαν πονηρευομένων,
  • καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.
  • νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου,
  • καὶ κυκλώσω τὸ θυσιαστήριόν σου·
  • τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεως,
  • καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου.
  • Κύριε, ἠγάπησα εὐπρεπίαν οἴκου σου
  • καὶ τόπαν σκηνώματος δόξης σου.
  • μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου.
  • καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωὴν μου·
  • ὧν ἐν χερσὶν ἀνομίαι,
  • ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.
  • ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην·
  • λύτρωσαί με καὶ ἐλέησόν με.
  • ὁ γὰρ πούς μου ἔστη ἐν εὐθύτητι·
  • ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε.
  • [*](U+05D0ARU)[*](XXV 1 του Δ.] ψαλμος τω Δ. U | om μου R | σαλευθω] ασθενησω U+05D0ΑR 2 om δοκιμασον...2⁰ με U+05D0* (hab δοκ. με κε και πιρασον με U+05D0c.a) πειρασον Bᵃᵇ (πιρ. B*)] περασον U | καρδια 3 μου] σου A | ευηρεστησα] + σοι U 4 ματαιοτητας A | εισηλ|θω U 5 εκκλησια U 6 σου] + κε U+05D0ARU 7 φωνην] pr την U+05D0c.a (ras U+05D0c.b?) | αινεσεως] ενεως σου U 8 ευπρεπειαν BᵃᵇA U 9 συναπωλεσης U 10 ων] ω U | ανομιαι] ανομια U+05D0* αι (ε A) ανομιαι U+05D0c.aAR ανομιαν U | η δεξια] pr και R 11 ακακιαν U | με 1⁰] + κε U+05D0c.aA | με 2⁰] + Κυριε Rᵃ 12 om γαρ Bᵃ (ras) U+05D0c.aR | ευλογησω σε] ευλογησωσει U — Stich 24 BR 23 U+05D0)
    [*](B)
    243
  • Τοῦ Δαυείδ, πρὸ τοῦ χρισθῆναι.
  • §Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;
  • Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω;