Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν, ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με.
ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.
ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με.
φύλαξον τὴν ψυχὴν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ.
ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε.
λύτρωσαι, ὁ θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ. [*] (8 ευθυς A 9 om διδαξει πραεις οδους αυτου B* hab Bᵃᵇ ᵐᵍ inf U+05D0A (post U+05D0ARU διδ. ras 1 lit [forte ς] A?) RU (ουδους) 10 εκζητουσι 11 ενεκεν RU | ιλαση] ιλασθητι RU | ταις αμαρτιαις R* (τη αμαρτια R1) | εστι U 13 γην] pr την U) 14 των φοβου (1⁰) sup ras A¹ | om και το ονομα... αυτον Bᵇ ᵛⁱᵈ (non inst) U+05D0 | φοβουμενων 2⁰] επικαλουμενων A | του δηλωσαι] δηλωσει U+05D0c.a δηλωσαι U 15 εκπασει A | πακιδος U+05D0 16 εγω ειμι R 17 επληθυνθησαν] επλατυνθησαν | εξαγαγε] ρυσαι R 18 την ταπενωσει U 19 επληθυνθησαν] επλατυνθησαν U 20 ελπισα U 21 εκολλωτο R* (εκολλωντο Bᵃ) | om Κυριε U+05D0 22 την Ιηλ U — Stich 44 B 45 A 43 U+05D0R) [*] (B) 242
Τοῦ Δαυείδ.
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην, καὶ ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ μὴ σαλευθῶ.
δοκίμασόν με, Κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.
ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου.
οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω.
ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.
νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου·
τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεως, καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου.