Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς,
  • ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.
  • αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν,
  • καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.
  • τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου,
  • καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ;
  • ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ,
  • ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ,
  • καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ.
  • οὗτος λήμψεται εὐλογίαν παρὰ Κυρίου,
  • καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ.
  • αὕτη ἡ γενεὰ ζητούντων αὐτόν,
  • ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ. διάψαλμα.