Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς,
  • ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.
  • αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν,
  • καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.
  • τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου,
  • καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ;
  • ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ,
  • ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ,
  • καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ.
  • οὗτος λήμψεται εὐλογίαν παρὰ Κυρίου,
  • καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ.
  • αὕτη ἡ γενεὰ ζητούντων αὐτόν,
  • ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ. διάψαλμα.
  • ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν,
  • καὶ ἐπάρθητε, πύλαι αἰώνιοι,
  • [*](4 κακα] πονηρα R | ραβδον A | βακτη|ριασσου U | αυται] αυτα A U+05D0ARU 5 μεθυσκον] + με U+05D0c.a Ra | ως] ωσει U+05D0c.a 6 καταδιωξει U+05D0c.a | τας ημερας] τα της ημ. | και 2⁰] δια U — Stich 14 BAR 13 U+05D0 XXIII 1 om της μιας σαββατων U+05D0 μια σαββατου A τη μια των σαββατων U | η οικουμενη] οικου- μενης U | om εν αυτη U 2 θαλασων U* (σ superscr U¹) | ητοιμασεν] ητοιμασαςl εν A 3 αναβησεται] βη sup ras 3 ut vid litt Aa (αναστησ. A*ᵛⁱᵈ)| και] η U+05D0c.a RU | αγιω] αγιασματος U 4 χερσι U | επι ματαιως A | αυτου 1⁰] μου A | και ουκ] ουδε U | om αυτου 2⁰ U+05D0* (hab U+05D0c.a) A 5 ελεη- μοσυνην] ελεος U 6 η γενεα] η sup ras: item post γεν. ras 1 lit Aa | ζητουντων 1⁰] ζ sup ras Aᵃ | αυτον] τον κν U+05D0c.a (αυτον U+05D0c.b?) R των (sic) κν | το προσωπον] om το U | om διαψαλμα A 7 υμων] ημων R)
    240
    [*](B)
  • καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.
  • τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;
  • Κύριος κραταιὸς καὶ δυνατός,
  • Κύριος δυνατὸς ἐν πολέμῳ.
  • ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν,
  • καὶ ἐπάρθητε, πύλαι αἰώνιοι,
  • καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.
  • τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;
  • Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν
  • οὗτος ὁ βασιλεὺς τῆς δόξης.