Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὡσεὶ ὕδωρ ἐξεχύθην
  • καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου,
  • ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου.
  • ἐξηράνθη ὡσεὶ ὄστρακον ἡ ἰσχύς μου,
  • καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου,
  • καὶ εἰς χοῦν θανάτου κατήγαγές με.
  • ὅτι ἐκύκλωσάν με κύνες πολλοί,
  • συναγωγὴ πονηρευομένων περιέσχον με·
  • ὤρυξαν χεῖράς μου καὶ πόδας.
  • ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου·
  • αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με.
  • διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς,
  • καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
  • σὺ δέ, Κύριε. μὴ μακρύνῃς τὴν βοήθειάν μου,
  • εἰς τὴν ἀντίλημψίν μου πρόσχες.