Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.
Κύρίε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.
τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν δέησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. διάψαλμα.
ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος. ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.
ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ, μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.
μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπʼ αὐτον·
ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.
ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον. καὶ ἐν τῷ ἐλέει τοῦ ὑψίστου οὐ μὴ σαλευθῇ.
εὑρεθείη ἡ χείρ σου πᾶσιν τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.
θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου· Κύριε, ἐν ὀργῇ σου συνταράξεις αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ.
τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων.
ὅτι ἔκλιναν εἰς σέ κακά, διελογίσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆσαι. [*] (9 ανορθωθημεν U+05D0A 10 om σου U+05D0c.a AR | ημων] ημας R —Stich 2o ΒU+05D0R U+05D0AR 19 A XX 2 τω σωτηριω] το σωτηριον R 3 ψυχης] καρδιας U+05D0c.a | δεη- σιν] θελησιν U+05D0c.a R 4 τιμιου] + διαψαλμα Rᵃ 5 om σε R* (hab Ra) | αιω- νος] pr και εις αιωνα του (superscr) BᵃᵇR pr και εις τον αιωνα του U+05D0* (om U+05D0c.a) 6 μεγαλοπρεπιαν U+05D0Α 7 αιωνα αιωνος BU+05D0c.a R | τον αιωνα και εις τον αιωνα του αιωνος U+05D0* 8 σαλευθω ?U+05D0* (σαλευθη U+05D0c.a) 9 πασι U+05D0* ] R (πασιν BU+05D0c.a) 10 θησεις] pr οτι U+05D0* (om U+05D0c.a) ) R* | Κυριε] κς U+05D0c.a| R | σου 2⁰] αυ- του U+05D0c.a R | συνταραξει U+05D0c.c (vid)R 11 απο της γης U+05D0c.a | ανθρ.] pr των R* 12 εκκλιναν A | βουλην ην] βουλας ας U+05D0c.aA | στησαι BU+05D0*] στηναι U+05D0c.a AR) 236
[*] (B)
ὅτι θήσεις αὐτοὺς νῶτον, ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.
ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, [*] (§ U) ᾄσομεν καὶ ψαλοῦμεν § τὰς δυναστείας σου.
Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήμψεως τῆς ἑωθινῆς· ψαλμὸς τῷ Δαυείδ.
Ὁ θεὸς ὁ θεός μου, πρόσχες μοι· ἳνα τί ἐγκατέλιπές με ; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων
ὁ θεός μου, κεκράξομαι ἡμέρας πρὸς σὲ καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.
σὺ δὲ ἐν ἁγίοις κατοικείς, ὁ ἔπαινος Ἰσραήλ.
ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν καὶ ἐρύσω αὐτούς·
πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν.