Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.
  • Κύρίε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς,
  • καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.
  • τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ,
  • καὶ τὴν δέησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.
  • διάψαλμα.
  • ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος.
  • ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.
  • ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ,
  • μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.
  • μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου,
  • δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπʼ αὐτον·
  • ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος,
  • εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.
  • ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον.
  • καὶ ἐν τῷ ἐλέει τοῦ ὑψίστου οὐ μὴ σαλευθῇ.
  • εὑρεθείη ἡ χείρ σου πᾶσιν τοῖς ἐχθροῖς σου,
  • ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.
  • θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου·
  • Κύριε, ἐν ὀργῇ σου συνταράξεις αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ.
  • τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς,
  • καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων.
  • ὅτι ἔκλιναν εἰς σέ κακά,
  • διελογίσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆσαι.
  • [*](9 ανορθωθημεν U+05D0A 10 om σου U+05D0c.a AR | ημων] ημας R —Stich 2o ΒU+05D0R U+05D0AR 19 A XX 2 τω σωτηριω] το σωτηριον R 3 ψυχης] καρδιας U+05D0c.a | δεη- σιν] θελησιν U+05D0c.a R 4 τιμιου] + διαψαλμα Rᵃ 5 om σε R* (hab Ra) | αιω- νος] pr και εις αιωνα του (superscr) BᵃᵇR pr και εις τον αιωνα του U+05D0* (om U+05D0c.a) 6 μεγαλοπρεπιαν U+05D0Α 7 αιωνα αιωνος BU+05D0c.a R | τον αιωνα και εις τον αιωνα του αιωνος U+05D0* 8 σαλευθω ?U+05D0* (σαλευθη U+05D0c.a) 9 πασι U+05D0* ] R (πασιν BU+05D0c.a) 10 θησεις] pr οτι U+05D0* (om U+05D0c.a) ) R* | Κυριε] κς U+05D0c.a| R | σου 2⁰] αυ- του U+05D0c.a R | συνταραξει U+05D0c.c (vid)R 11 απο της γης U+05D0c.a | ανθρ.] pr των R* 12 εκκλιναν A | βουλην ην] βουλας ας U+05D0c.aA | στησαι BU+05D0*] στηναι U+05D0c.a AR)
    236
    [*](B)

  • ὅτι θήσεις αὐτοὺς νῶτον,
  • ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.
  • ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου,
  • [*](§ U)
  • ᾄσομεν καὶ ψαλοῦμεν § τὰς δυναστείας σου.