Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά ;
  • παρέστησαν οἱ βασιλεῖς τῆς γῆς
  • καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ
  • κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. διάψαλμα.
  • [*](Inscr ψαλμοι B deest in U+05D0 ψαλτηριον A ψαλτ. τω Δδ R I 1—II 7 μα- U+05D0AR καριος...ει συ Rᵃ (doest in R*) 1 εστη] εστιν Rᵃ | καθεδρα ARᵃ 2 αλλ η] αλλα ην A* vid 3 ποιηση A 4 ο ανεμος] om ο Rᵃ 5 οι ασεβεις] om οι U+05D0?ARᵃ | αμαρτωλοι] pr οι A — Stich 15 BU+05D0A 7 Rᵃ II 1 pr ψαλ- μος τω Δαυιδ Rᵃ 2 διαψαλμα non inst Bᵇ (ita ubique) om Rᵃ)
    214
    [*](B)

  • διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν,
  • καὶ ἀπορρίψωμεν ἀφʼ ἡμῶν τὸν ζυγὸν αὐτῶν.
  • ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς,
  • καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτοὺς.
  • τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ,
  • καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς.
  • ἐγὼ δὲ κατεστάθην ὑπʼ αὐτοῦ
  • ἐπὶ Σειὼν ὄρος τὸ ἅγιον αὐτοῦ,
  • διαγγέλλων τὸ πρόσταγμα Κυρίου.
  • Κύριος εἶπεν πρὸς μέ ⁷ἰός μου εἶ σύ,
  • ἐγὼ σήμερον γεγέννηκά σε·
  • αἴτησαι παρʼ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου,
  • καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς·
  • ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ,
  • ὡς σκεῦος κεραμέως συντρίψεις αὐτοὺς.
  • καὶ νῦν, βασιλεῖς, σύνετε·
  • παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν.
  • δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ,
  • καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.
  • δράξασθε παιδείας, μή ποτε ὀργισθῇ Κύριος,
  • καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας,
  • ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ.
  • μακάριοι πάντες οἱ πεποιθότες ἐπʼ αὐτῷ