Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.
Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ἰακώβ.
ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου·
μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. διάψαλμα.
δῴῃ σοι κατὰ τὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλὴν σου πληρώσαι.
ἀγαλλιασώμεθα ἐν τῷ σωτηρίῳ σου, καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου.
νῦν ἔγνων ὅτι ἔσωσεν Κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ, ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.
οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, [*] (U+05D0AR) [*] (13 με] + Κυριε R 14 απο 1°] απ U+05D0* (απο U+05D0c.ᵃ) | κατακυριευσωσιν U+05D0 15 σου] + εστιν A — Stich 31 BU+05D0R 30 A XIX 2 Σειων A | αντε- λαβετο R*vid 4 θυσια A (ς superscr Aᵃ?) | ολοκαυστωμα R | δια- ψαλμα "praeter morem" inst Bᵇ 5 σοι] + κς U+05D0c.ᵃ AR | πληρωσει AR 6 αγαλλιασομεθα BᵃᵇU+05D0A | εν 1°] επι AR* | θεου] pr κυ U+05D0R | πληρωσει R 7 δυναστιαις B* (-τειαις BᵃᵇU+05D0A) 8 αρμασιν] ασμασιν R | om Κυριου A | μεγαλυνθησομεθα] αγαλλιασομεθα U+05D0* επικαλεσομεθα U+05D0c.a) 235
ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. [*] (B)
Κύριε, σῶσον τὸν βασιλέα σου, καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.